Ancient Greek
P.Stras. 4 247
Documentary Papyri, P.Stras. 4 247
Not analysed yet
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους πέμπτου καὶ εἰκοστοῦ, μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους δεκάτου Φαμενὼθ …πέμπτης καὶ δεκάτης ἰνδικτίονος ……Νόννας Σ…ιας ἀπὸ τῆς Ἑρμουπολιτῶν …Φλαουίου Σαραπίωνος Ἀφοῦτος μητρὸς …,τοῦ ἑξῆς ὑπογράφοντος μειζοτέρου τοῦ μεγαλοπρεπεστάτου …ην Ἑρμουπολιτῶν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρʼ ὑμῶν ἐφʼ ὅσον βούλεσθε χρόνον, ἔχων τὴν οἴκησιν τῆς ἐμῆς ἐγγεγραμμένης ὁλοκλήρου οἰκίας, λογιζόμενον ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας ἥτις ἐστὶν Φαμενὼθ …τῆς παρούσης πέμπτης καὶ δεκάτης ἰνδικτίονος τὸ ὑπάρχον ὑμῖν ἐπιβάλλον καὶ …μέρος ὁλοκλήρου οἰκίας οἵας ἐστὶν διαθέσεως μονοστέγου σὺν …καὶ χρηστηρίοις πᾶσι καὶ δικαίοις …ης καὶ ἀδιαιρέτου κατὰ κοινωνίαν ἐμοῦ τοῦ …Κολλούθου καὶ τῶν ἄλλων κοινωνῶν ὑπὲρ τῶν …του εἰς συμπλήρωσιν τῆς αὐτῆς οἰκίας διακειμένης …τῆς αὐτῆς Ἑρμουπολιτῶν ἐν τῷ …ρονίῳ ἐκ λιβὸς τοῦ το… …πρὸς οἰκησίν μου καὶ χρῆσιν ἐνοικίου τοῦ αὐτοῦ ὑμῶν μέρους κατʼ ἔτος χρυσοῦ κερατίου ἑνὸς, γίνεται χρυσοῦ κεράτιον α ὅπερ ἐνοικίον ἀποδώσω ὑμῖν πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως καὶ ὁπόταν βουληθῆτε ἔχειν παραδώσω …τὸ αὐτὸ ὑμῶν μέρος ὁλοκλήρου οἰκίας σὺν ταῖς ἐπικειμέναις θύραις καὶ κλεισὶ ὡς παρείληφα, ὑμῶν μὴ δυναμένων …σεως ἐμοῦ εὐγνωμονοῦντος τὸ προειρημένον ἐνοίκιον· ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φλαούιος Σαραπίων Ἀφοῦτος …ἀπὸ Ἑρμουπόλεως μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ψάι… ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ὡς ἀκούσας παρὰ τοῦ θεμένου. …θοι ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. …Σ…χιανους ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Ἀπολλῶτος ἐγράφη σὺν θεῷ …