Ancient Greek
P.Stras. 4 282
Documentary Papyri, P.Stras. 4 282
Not analysed yet
……κλήρου κατοικικοῦ ἀρούρας ἢ ὅσαι ἐὰν ὦσι, ἐκφορίου τῶν ὅλων ἀρουρῶν ἀσπερμεὶ πυροῦ ἀρταβῶν …τὰ δὲ ἐκφόρια ἀποδώσω κατʼ ἔτος ἐν μηνὶ Παῦνι …νέα καθαρὰ ἄδολα ἄβωλα μέτρῳ τετραχοινίκῳ …ου, δημοσίων πάντων ὄντων πρὸς ὑμᾶς Ζωὶν καὶ Δημητρίαν χωρὶς τῶν φορέτρων ὄντων πρὸς ἐμὲ τὸν Ἀγχῶφιν καὶ μετὰ τὸν χρόνον παραδώσω τὸν …καθαρὸν ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης τὸ ἥμισυ μέρος ἀπὸ ἀναπαύσεως ἐὰν φαίνηται μισθῶσαι …Ἰουλία Δημητρία καὶ Ἰουλία Ζωὶς διὰ …Εὐτυχίδους μεμισθώκαμεν ὡς πρόκειται. ἔτους …Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν.