Ancient Greek
P.Stras. 5 317
Documentary Papyri, P.Stras. 5 317
Not analysed yet
ὑπατείας Φλαουίου Δεκίου τοῦ μεγαλοπρεπεστάτου Φαμενὼθ ἑπτακαιδεκάτῃ ὀγδόης ἰνδικτίονος ἐν Ἀντινοέων πόλει Αὐρήλιος Ἀπόλλων Φ…σου μητρὸς Νόννας γεωργὸς τῶν ἀπὸ κώμης Τοοὺ Νεανίσκων τοῦ Ἑρμουπολίτου νομοῦ …ι…ων ἐπὶ τῆς Ἀντινοέων Αὐρηλίῳ Μαξιμίνῳ Σιλα…ιτ…τηρ ε…σκ… ἀπὸ τῆς αὐτῆς Ἀντινοέων πόλεως. ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας εἰληφέναι παρὰ σοῦ ὁμοίως ἀπὸ τοῦ σοῦ γραμματίου τῶν ἕνδεκα νομισμάτων τῶν χρεωστουμένων μοι παρὰ σοῦ ἕτερα χρυσοῦ νομίσματα τρία παρὰ κεράτια δέκα ἑπτὰ δημοσίῳ ζυγῷ γίνεται χρυσοῦ νομίσματα γ παρὰ κεράτια ιζ καὶ ἑτοίμως ἔχω ταῦτα καταλογίσασθαί σοι εἰς τὸ αὐτὸ γραμμάτιόν σου καὶ πρὸς τὴν ἀσφάλειαν ταύτην σοι πεποίημαι τὴν ἀπόδοσιν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ἀπόλλων Φ…ιου γεωργὸς ὁ προγεγραμμένος ἐθέμην τὸ …ἐσχηκὼς τὰ τρία νομίσματα ὡς πρόκειται …Φοιβάμμωνος βοηθὸς …νο… ἔγραψα ὑπὲρ αὐτοῦ φαμένου μοι γράμματα μὴ εἰδέναι …μαρτυρῶ ταύτῃ τῇ ἀποχῇ ἀκούσας παρὰ τοῦ θεμένου …σακ… τῆς ἡγεμονικῆς τάξεως …οφι…