Ancient Greek
P.Stras. 5 336 a
Documentary Papyri, P.Stras. 5 336a
Not analysed yet
Γαίωι Ἰουλίωι Νεπωτιανῶι οὐετρανῶι τῶν ἐντίμως ἀπολελυμένων διὰ Ἀπολλωνίου Διοσκόρου φιλ… …μετεγγ… τρε… παρὰ Πασίωνος Πασι… …α καὶ Ἁρποκρᾶτος καὶ Ἰσιδώρου τῶν τριῶν . βουλόμεθα μισθώσασθαι παρὰ σοῦ φοινικῶνα περὶ κώμην Ἡφαιστιάδα τῆς Ἡρακλείδου μερίδος γενήματος τοῦ διεληλυθότος κ ἔτους πίπτοντος εἰς τὸ κα ἔτος φόρου τοῦ παντὸς ἀργυρίου δραχμῶν χιλίων διακοσίων γίνονται δραχμαὶ Ασ καὶ φοίνικος ἀρτάβας τρεῖς Νεφοτιανὸς διʼ ἐμοῦ τοῦ υ… Γερμανοῦ Ἁρπαλίωνος μεμισθωκα τῶν τοῦ φόρου ἀργυρίου δραχμῶν χιλίων διακοσίων καὶ φοίνικος ἀρταβῶν τριῶν ὡς πρόκιται καὶ ἔσχον ἐπὶ λόγου προχρείας δραχμὰς ἑξήκοντα