Ancient Greek
P.Stras. 5 362
Documentary Papyri, P.Stras. 5 362
Not analysed yet
…ωνι Ἡρω…να παρὰ Σαβίνου Ὡρίωνος τοῦ Παποντῶτος ἀπὸ κώμης Εὐημερίας Πέρσου τῆς ἐπιγονῆς. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως κοινωνῆσαί σοι κατὰ τὸ ἥμισυ μέρος ὧν καὶ σὺ τυγχάνεις μεμισθῶσθαι παρὰ Ταμύσθας τῆς Ἡρακλείδου περὶ κώμην Εὐημερίαν κλήρου κατοικικοῦ ἀρουρῶν δέκα τριῶν ἡμίσεως τετάρτου ἢ ὅσων ἐὰν ὧσι ἐπʼ ἔτη δύο ἀπὸ τοῦ εἰσιόντος ιδ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, ἐκφορίου τῶν ὅλων ἀρουρῶν κατʼ ἔτος ἕκαστον τοῦ διὰ τοῦ προτέρου ἀναφορίου δηλουμένου ἀσπερμεὶ πυροῦ μέτρῳ ἕκτῳ θεοῦ τῆς κώμης ἀρταβῶν ἑξήκοντα ,τῆς τοῦ κλήρου ἀρταβίας καὶ δημοσίου φορέτρου ὄντων πρὸς ἡμᾶς ὧν καὶ τὰ σύμβολα ἀναδώσομεν τῇ Ταμύσθᾳ πλήρης, καὶ θαλλῶν κατʼ ἔτος ἀλέκτορος δραχμῶν τεσσάρων …νίου μέτρων δύο σινάπεως μέτρων δύο …ου …ρου μέτρων …ανα …χοιν …ν …ντων α…ν …τὰ κατʼ ἔτος τῶν ἀρουρῶν ἔργα πάντα ἐκ τοῦ κοινοῦ καὶ τὰ κατʼ ἔτος …ε …ώσομεν ἐν Παῦνι μηνὶ …δημοσίων πάντων μετρ …ένης τῶν κατʼ ἔτος φορέτρων …α…ατ… …ἐκφορίου …ους …τει παραδώσομεν τὸν κλῆρον ἀπὸ συνκομιδῆς …ς …ἀπὸ ἀναπαύματος χόρτου κοπῆς …ου λοιποῦ ἡμίσεως ἀπὸ καλάμης κάθαρον ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης ἐὰν φαίνηται ἐπιχωρῆσαι Σαβίνος ἐθέμην ὡς πρόκιται ἔτους ιγ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …ιγ