Ancient Greek
P.Stras. 5 374
Documentary Papyri, P.Stras. 5 374
Not analysed yet
Ἀπολλώνιος …ω Ζωίλῳ …ωνος χαίρειν. ὁμολογῶ κατὰ τόδε τὸ χειρόγραφον ἔχειν παρὰ σοῦ χρῆσιν ἔντοκον ἀργυρίου δραχμὰς …σιοι καὶ πυροῦ ἀρτάβας ι τόκου δραχμιαίου τῇ μνᾷ τὸν μῆνα ἕκαστον ἃ καὶ ἀποδώσω σοι ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος τὸν δὲ πυρὸν ἀποδώσω σοι μέτρῳ δρόμῳ …τῆς κ… ια ἔτους ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. τὸ χειρόγραφον τοῦτο δισσὸν γραφὲν κύριον ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένον καὶ ἔτι καθαρὸν ἀπὸ ἀλείφατος καὶ ἐπιγραφῆς