Ancient Greek
P.Stras. 5 380
Documentary Papyri, P.Stras. 5 380
Not analysed yet
παρὰ Κύρας Δωροθέου Βασιλείδῃ Ἡρακλίτου. ἐδεξάμην παρὰ σοῦ ὑπὲρ ἐκφορίου τεσσαρεσκαιδεκάτης ἰνδικτίονος χρυσοῦ κεράτιν ἓν ἥμισυ γίνεται χρυσοῦ κεράτιον α 𐅵καὶ ταῦτα ἑτοίμως ἔχω λογίσασθαί σοι Κύρα Δωροθέου στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται ἐγράφη Φαῶφι α ἰνδικτίονος ιδ