Ancient Greek
P.Stras. 5 382
Documentary Papyri, P.Stras. 5 382
Not analysed yet
…υσαῖος ἀμφότεροι Ἀφροδισίου τῶν ἀπὸ Θαλλοῦ …ρῳ Ἀπολλωνίου χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι παρὰ σοῦ χρῆσιν ἔντοκον ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς …ας δέκα ἓξ ἃς καὶ ἀποδώσομέν σοι ἢ τοῖς παρὰ σοῦ …ει ἐὰν αἱρῇ ἡμῶν τῇ τριακάδι τοῦ ἐνεστῶτος μηνὸς Παῦνι τοῦ ἐνεστῶτος τρισκαιδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, τῆς πράξεώς σοι οὔσης ἔκ τε ἡμῶν καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν καθάπερ ἐκ δίκης. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Παῦνι θ …ς Ἀφροδισίου ……ὡς πρόκειται τὰς προκειμένας δραχμὰς ……ἐξ ἀλληλεγγύης καθὼς πρόκειται ……εκ ιδ… δραχμαὶ κδ γίνονται δραχμαὶ υοβ …ε… Ἁθὺρ δραχμαὶ ϙ