Ancient Greek
P.Stras. 5 386
Documentary Papyri, P.Stras. 5 386
Not analysed yet
Ἀμάτιος ὁ καὶ Στατιανὸς υἱὸς Ἥρωνος ἐξηγητεύσας γυμνασιαρχήσας καὶ …Ἀρσῖτι Ἀπολιναρίου χαίρειν. ἔσχον ἃς παρέθετό σοι Πετεσοῦχος εἰς τὸν ἐμὸν λόγον ὑπὲρ ὧν ὀφείλει ὁ πατὴρ αὐτοῦ Ζώσιμος Σουχᾶ τοῦ Σαμβᾶ ὑπὲρ φιλανθρώπου ἐπὶ λόγου ἀργυρίου δραχμὰς διακοσίας εἴκοσι γίνονται δραχμαὶ σκ, μένοντός μοι τοῦ λόγου περί τε τοῦ κεφαλαίου καὶ τῶν λοιπῶν φιλανθρώπων ἔτους δ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Φαμενὼθ λ