Ancient Greek
P.Stras. 1 60
Documentary Papyri, P.Stras. 5 439ter
Not analysed yet
ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαμενὼθ λ. κατέβαλεν εἰς τὸν τῆς βουλῆς λόγον διὰ τῶν αἱρεθέντων εἰς τὸ προστῆναι τῶν τῆς νομαρχίας διαφερόντων Πολυδευκείας μονοδεσμίας ἀργυρικῶν ζ ἔτους δραχμὰς ἐνενήκοντα δύο γίνονται δραχμαὶ ϙβ. καὶ Φαρμοῦθι λ οἱ αὐτοὶ μονοδεσμίας ἀργυρικῶν δραχμὰς η γίνονται δραχμαὶ η μονοδεσμίας χορτου δραχμὰς ὀγδοήκοντα τέσσαρες γίνονται δραχμαὶ πδ.