Ancient Greek
P.Stras. 5 458
Documentary Papyri, P.Stras. 5 458
Not analysed yet
Αὐρήλιος Δημήτριος Πτολλᾶτι καὶ Σαραπάμμωνι κοινωνοῖς χαίρειν. παρέλαβον παρʼ ὑμῶν ὑπὲρ ἐκφορίου ὧν ἐγεωργήσατε κατὰ τὸ ἐπιβάλλον ὑμῖν 𐅷μέρος περὶ κώμην Ἀπιάδα πυροῦ ἀρτάβας τριάκοντα ἓξ γίνονται ἀρτάβαι πυροῦ λϛ ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι κε