Ancient Greek
P.Stras. 5 465
Documentary Papyri, P.Stras. 5 465
Not analysed yet
Αὐρηλίῳ Ἀπολλωνίῳ …τοῦ μεγάλου Σαράπιδος καὶ ὡς χρηματίζει. παρὰ Αὐρηλίων Πτολᾶ Ἰσίωνος …Σαραπάμμωνος ἀδελφοῦ ου… καὶ Ἑριέως Ὀνησίμου μητρὸς Σον… τῶν γ διʼ Αὐρηλίου Χαιρήμονος …αμύσθας ἀπὸ κώμης Πτολεμαίδος Ὅρμου. βουλόμεθα μισθώσασθαι παρὰ σοῦ ἐξ ἀλληλεγγύης ἀπὸ τῶν ὑπαρχόντων περὶ τὴν αὐτὴν κώμην Πολυδευκίαν κειμένας ἀρούρας ι ἢ ὅσαι ἐὰν ὦσι εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος ι ἔτους ἐκφορίου κατʼ ἔτος ἕκαστον ἀσπερμεὶ πυροῦ ἀρταβῶν εἴκοσι πέντε ἀνυπολόγων καὶ ἀκινδύνων καὶ οὐκ ἔξεσται ἡμῖν ἐντὸς τοῦ χρόνου προλιπεῖν τὴν μίσθωσιν κατʼ οὐδένα τρόπον ἀλλὰ καὶ ἐπάναγκον ἐπιτελέσομεν κατʼ ἔτος ἔργα πάντα ὅσα …καὶ τοῖς δέουσι καιροῖς βλάβος μηδὲν ποιοῦντες καὶ τὸ κατʼ ἔτος ἐκφόριον ἀποδώσομεν ἐν μηνὶ Παῦνι ἐφʼ ἅλω καθαρὸν ἄδολον ἄκριθον μέτρῳ δρόμωι τετραχοινίκῳ τοῦ εὐσχήμονος, τῶν δημοσίων πάντων χωρὶς φορέτρων ὄντων πρὸς τὸν εὐσχημονα τῶν δὲ φορέτρων πρὸς τοὺς μισθωμένους καὶ μετὰ τὸν χρονον παραδώσω τὰς ἀρούρας ἥμισυ μὲν μέρος ἀπὸ ἀναπαύματος τὸ δὲ λοιπὸν ἀπὸ καλάμης καὶ καθαρὸν ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης ἐὰν φαίνηται μισθῶσαι …ἔτους. Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι ια.