Ancient Greek
P.Stras. 5 473
Documentary Papyri, P.Stras. 5 473
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Βελισαρίου τοῦ ἐνδοξοτάτου Θὼθ εἰκὰς πρώτης ἰνδικτίονος τῷ δικαίῳ τῆς ἁγίας ἐκκλησίας καλουμένης Ἀναστασίας τῆς Ἑρμουπολιτῶν διὰ …δου εὐλαβεστάτου πρεσβυτέρου καὶ οἰκονόμου τῆς αὐτῆς ἁγίας ἐκκλησίας ἀπὸ τῆς αὐτῆς πόλεως παρὰ …μητρὸς Μαρίας γεωργοῦ ἀπὸ κώμης …τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐπὶ διετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ εἰσιούσης δευτέρας ἰνδικτίονος καὶ αὐτῆς τὰς ὑπαρχούσας τῇ αὐτῇ ἁγίᾳ ἐκκλησίᾳ ἀρούρας δύο σπορίμης γῆς διακειμένας ἐν πεδιάδι καὶ ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης …