Ancient Greek
P.Stras. 6 505
Documentary Papyri, P.Stras. 6 505
Not analysed yet
ἀντίγραφον …ρ…νου γραφείου κώμης Τεβτύνεως. ἔτους α… Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Φαῶφι α… ὁμολογοῦσι Ἰσχυρίων Ἀρείου τοῦ Μάρωνος ὡς ἐτῶν ξζ οὐλὴ μετώπῳ ἐκ δεξιῶν καὶ ἡ τούτου ὁμοπάτριος καὶ ὁμομήτριος ἀδελφὴ οὖσα δὲ γυνὴ Ἡρωὶς ὡς ἐτῶν ξδ οὐλὴ κανθῶι δεξιῶι ἀντι …ε…ηυ…ν, ἡ Ἡρωὶς μετὰ κυρίου τοῦ ἀμφοτέρων υἱοῦ Διδᾶ ὡς ἐτῶν λϛ οὐλὴ γόνατι ἀριστερῷ …Μάρκωι Ἰουλίωι Γεμέλλωι πρεσβυτέρωι …ὡς ἐτῶν κ οὐλὴ γόνατι δεξιῶι πεπρακέναι αὐ… Μάρκωι τὸν ὑπάρχοντα αὐτοῖς τοῖς ὁμολογοῦσι παῖδα δοῦλον οἰκογενὴν ᾧ ὄνομα Ζμάρακδος …ε…α ἄσημον ὄντα ἐξ οἰκογενοῦς …ικης δούλης Θαυβαρίου …τὸν …ον δοῦλον Ζμάρακδον …παρειληφέναι τὸν Μάρκον Ἰούλιον Γέμελλον τοῦτον τοιοῦτον ἀναπόρριφον πλὴν ἐπαφῆςκαὶ ἱερᾶς νόσου καὶ ἀπέχειν τοὺς ὁμολογοῦντας παρὰ τοῦ Γεμέλλου τὴν συνπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς πεντακοσίας ἐκ πληροῦς διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσουσι πάσῃ βεβαιώσει καὶ ἀπὸ πάντος ὀφειλήματος μέχρι τοῦ ἐνεστῶτος ἔτους διὰ παντὸς πλὴν δρασμοῦ τὰ ἄλλα ἀκολούθως