Ancient Greek
P.Stras. 6 511
Documentary Papyri, P.Stras. 6 511
Not analysed yet
Λεωνίδῃ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Θεμίστου μερίδος διαδεχομένωι καὶ τὰ κατὰ τὴν στρατηγίαν τῆς μερίδος. παρὰ Ἰσιδώρου Νικάνδρου τοῦ Σαραπίωνος. ἐμισθωσάμην …Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ θεοῦ Οὐήρου παρὰ Σαβείνου τοῦ καὶ Θρακίδου γεγυμνασιαρχηκότος περὶ κώμην Θεαδελφίαν τῆς Θεμίστου μερίδος κλήρου κατοικικοῦ ἀρούρας ὀγδοήκοντα ὀκτὼ ἢ ὅσας ἐὰν ὦσι εἰς ἔτη τέσσαρα καὶ τοῦ χρόνου πληρωθέντος καὶ ἀναδεδωκότος μου τὰ ἐκφόρια καὶ ἐξαίρετα ἀξιῶ ἐπιστεῖλαί σε ἑνὶ τῶν περί σε ὑπηρετῶν μεταδοῦναι τούτου τὸ ἴσον τῇ τοῦ Θρακίδου ἀδελφῇ καὶ κληρονόμῳ …θυγατρ Σαβείνου γεγυμνασιαρχηκότος ἵνʼ εἰδεῖεν …με τῆς μισθώσεως καὶ αὐτὴν ἐντεθέναι …μ…μένην ἵνα δυνηθῷ δημόσιος γεωργὸς πόλλων ἐδαφῶν ὢν ……το α…αλης κατ… …οσηκο… ἀρταβ πυροῦ… κοντα εἰς τ…ει…ταλλ… …υτω…