Ancient Greek
P.Stras. 6 518
Documentary Papyri, P.Stras. 6 518
Not analysed yet
Ἀμμώνιος Γεροντίῳ τῷ υἱῷ χαίρειν ἔδει σε γράψαι περὶ ἑνὸς ἑκάστου τῶν ἐκεῖσε ἵνα ἴδω. γράψον μοι οὖν καὶ αὔριον περί τε τῶν πρεσβυτῶν εἰ ἠργάσαντο ἢ οὔ. καὶ περὶ τοῦ τιναγμοῦ τῶν ἐλαιῶν. καὶ περὶ τῆς σπορᾶς εἰ παρέσχες σπέρματα γράψον τί καὶ τίνι. περὶ τῶν πώλων ει…εν…ιλάμην σοι ἐχθὲς ὡς …υτει πυροῦ ἀρτάβας ε ηλι… Ἰώσηπ ἀρτάβης 𐅷εἰς τὸν λόγ…ν. πάντα οὖν ἀνίει ει… ἀπέλθῃς καὶ περὶ …μου …ει ἐξῆλθεν. τὴν σπορὰν σπούδασον ἕως εἶ ἐκεῖ ει …πάντα τὰ βοΐδια η τὰ τῆς κώμης …α τοῦ ἐποικίου βάλῃς καὶ τὰ ἄλλα πάντα ἐκεῖ ἄλλα πάντως. μὴ …ῃς οὖν τὰ ὑπὲρ Θέωνος. αὔριον πέμψω …ι τῆς πόλεως …κου… …ηρων ψ…ων αὐτῇ …ο ἵνα ὁ ἐπερχομενος ἄρῃ εἰς τὴν Ἀλεξάνδρειαν …τοῦτο ποίησον ἐπεὶ ἐνεδρευόμεθα. ἐρρω…σο…ι…