Ancient Greek
P.Stras. 6 569
Documentary Papyri, P.Stras. 6 569
Not analysed yet
…οντ… …εως Πτολ ……τῆς αὐτῆς κώμης ……μεθα ἀπὸ τῆς …ἐνεστώσης ἡμέρας ἕως τῆς τριακάδος τοῦ Σεβαστοῦ τοῦ εἰσιόντος γ ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν, φόρου τοῦ παντὸς ἀργυρίου δραχμῶν ἑπτακοσίων τεσσεράκοντα γίνονται δραχμαὶ ψμ καὶ ἐξαιρέτων …ων Ἀρσινοειτικῶν ταριχίων κορακίνων πέντε καὶ ὀψαρίου δραχμῶν ὀκτὼ καὶ ἐξουσίας ἡμῖν οὔσης ὡς ἂν βουλώμεθα τὸ ὕδωρ τὸ ἐν αὐτῷ συνκλειν πρὸς τὴν τοῦ ἰχθύος θήραν. ἀπὸ δὲ τοῦ φόρου ἔσχες εἰς ἐνθήκης λόγον ἀργυρίου δραχμὰς διακοσίας ,τῶν δὲ λοιπῶν τὴν ἀπόδοσιν ποιησόμεθα ἐξ ἀλληλενγύης μηνὶ Μεσορὴ ἐπαγομένων τρίτης τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως καὶ τὰ ἐξαίρετα ἐν τῇ κώμῃ ἐὰν φαίνηται μισθῶσαι Φλαβία Ἀντωνίνα μεμίσθωκα καθὼς πρόκιται ἔτους β Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Μεσορὴ γ