Ancient Greek
P.Stras. 6 579
Documentary Papyri, P.Stras. 6 579
Not analysed yet
ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ πανευφήμου Παχὼν κθ ἀρχῇ ιε ἰνδικτίονος Φλαυίῳ Ἰωάννῃ Κολλούθου τῷ καθοσιομένῳ ἀπὸ δρακωναρίων ἀριθμοῦ τῶν γενναιοτάτων Μαύρων τῶν ἐπὶ τῆς Ἑρμουπολιτῶν καθιδρυμένων παρὰ Αὐρηλίων Ἀπολλῶτος Ἀρῆτος μητρὸς Τιεῦτος καὶ Ἰωάννου Ἰακυβίου μητρὸς Ταμούνιος καὶ Λίας Κολλούθου μητρὸς Εὖτος τῶν τριῶν γεωργῶν ἀπὸ κώμης Ταρούθεως τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες καὶ ἀλληλανάδοχοι ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐπὶ πενταετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν Θεῶ εἰσιούσης πρώτης ἰνδικτίονος τὸ ὕπαρχόν σοι ἀρούρης ἥμισυ τέταρτον πεπληρωμένης δικαίῳ βαίῳ ἀπὸ ἀμμάτων ἑξήκοντα τεσσάρων ἑκάστης ἀρούρης σὺν αἱροῦντι μέρει τοῦ ἐκεῖσε λάκκου καὶ παντὸς δικαίου ἀπὸ …ημων ἀπηλιωτικοῦ γεωργίου διακειμένου ἐν πεδιάδι τῆς αὐτῆς κώμης Ἐκβυθ…ρα καὶ ἐξ ἀπηλιωτοῦ τῆς ἡμῶν κώμης εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρώμεθα, φόρου τοῦ αὐτοῦ ἡμίσους τετάρτου ἀρούρης κατʼ ἔτος τῷ ἐμβρόχῳ καὶ ἀβρόχῳ μίσθωσις Ἀπολλῶτος καὶ Ἰωάννου καὶ Λίας ιε ἰνδικτίονος