Ancient Greek
P.Stras. 6 598
Documentary Papyri, P.Stras. 6 598
Not analysed yet
…οτάτου Θὼθ ιγ ε ἰνδικτίονος …τῇ εὐγενεστάτῃ ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ …μητρὸς Κυρίλλας καὶ Φοιβάμμωνος Ἀλῆτος μητρὸς …ἀμφοτέρων ἀπὸ κώμης Ἐνσεῦ γεωργῶν. ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες καὶ ἀλληλανάδοχοι ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας ἐπὶ …χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης ἕκτης ἰνδικτίονος καὶ αὐτῆς τὸ ὕπαρχόν σοι μέρος ἀρουρῶν δέκαεξ ἡμίσους τετάρτου σὺν αἱροῦντι μέρει …κατὰ κοινωνείαν τῶν σῶν ἀδελφῶν ὑπὲρ τοῦ λοιποῦ μέρους …εἰς συμπλήρωσιν τῶν δέκαεξ ἡμίσους τετάρτου ἀρουρῶν …ς, τοῦτʼ ἐστὶν ἀπὸ τοῦ βορινοῦ ἄκρου …ο… κα τὰ τὸν παλαιὸν ὅρον …ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου νομοῦ εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρώμεθα, φόρου τούτων καθʼ ἕκαστον ἐνιαυτὸν τῷ συμβρόχῳ σιτοκρίθου κατὰ τὸ ἥμισυ ἀρταβῶν …καὶ τῷ ἀβρόχῳ, τὸ μὴ εἴη, τὸ ἥμισυ τοῦ προκειμένου φόρου …φόρῳ λαχανοσπέρμου …ον ἡ κοπὴ ἀρούρης ἕκτον …,ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον …ἀποδώσομεν καὶ μετρήσομεν μέτρῳ Ἀθηναίῳ καιρῷ συγκομιδῆς ἑκάστου ἔτους …ἐν μηνὶ Ἐπεὶφ καὶ ἀποκαταστήσομεν ζῴοις …