Ancient Greek
P.Stras. 6 600
Documentary Papyri, P.Stras. 6 600
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζῳοποίου καὶ ὁμοουσίου Τριάδος Πατρὸς καὶ υἱοῦ καὶ Ἁγίου Πνεύματος. ἐγράφη Φαῶφι νεομηνίᾳ τρεισκαιδεκάτης ἰνδικτίονος Αὐρηλίῳ Πέτρῳ τῷ θαυμασιωτάτῳ ἐξ…ου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου …νίου υἱοῦ Βίκτορος ἐκ μητρὸς …κλειδοποίου ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρʼ ὑμῶν ἐφʼ ὅσον χρόνον διακατέχω λογιζόμενον ἀπὸ τῆς σήμερον ἡμέρας ἥτις ἐστὶν Φαῶφι νεομηνία τῆς παρούσης τρεισκαιδεκάτης ἰνδικτίονος τὴν διαφέρουσάν σοι ἐξέδραν μίαν καὶ κοιτῶνα ἕνα ὄντας ἐν τῇ δευτέρᾳ στέγῃ καὶ τὸ ὁλόκληρον τρίκλινον νεῦον εἰς λίβα μετὰ τοῦ αἱροῦντος μέρους τοῦ δώματος καὶ τοῦ πυλῶνος καὶ καταγαίου καὶ τῆς αὐλῆς καὶ τοῦ εἰσόδου καὶ ἐξόδου καὶ ἀνοδου καὶ καθόδου καὶ παντὸς δικαίου ἀπὸ οἰκίας διακειμένης ἐπὶ τῆς αὐτῆς Ἑρμουπολιτῶν ἐπʼ ἀμφόδου Φρουρίου Ἀπηλιώτου τῆς προλεγομέ… καὶ χρῆσιν …τούτων… ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Βίκτωρ …ου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Ἰωάννης Ἰωσηφίου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου διʼ ἐμοῦ Βίκτορος σὺν Θεῷ συμβολαιογράφου …μίσθωσις οἰκίας ἐπ… κλειδοποίου ἀπὸ Ἑρμουπόλεως ἐνοικείου κερατίων ιε