Ancient Greek
P.Stras. 7 652
Documentary Papyri, P.Stras. 7 652
Not analysed yet
…λασκα… …ιστα συμφων ……ἐλαιουργίον ……ται ἕνεκα ……ως τοῦ ἐλα… …ια τ…ρικ… …ἐρρῶσθαί σε εὔχομαι κύριέ μου εὐτυχοῦντα πανοικεί ……εὐγνωμ…ν…τα ἀλλὰ λέγει ὅτι ἡ Χάρις δότω μοι ἐνιαυτοῦ τόκον καὶ ἀπαλλάσσω αὐτὸν. ἥδε μὴ ἐχέτω τὴν ὑποθήκην. τὶ οὖν καὶ περὶ τούτου θέλεις ποιήσω ἐπεὶ οὐ θεματίζει ὀβολὸν προφασιζόμενος τοῦτο. πᾶσι δὲ τοῖς ἄλλοις ἐλάλησα καὶ ὑπεσχημένοι εἰσὶ ἐν ταῖς ἡμέραις ἀπαντᾶν. ἐρρῶσθαί σε εὔχομαι κύριέ μου εὐτυχοῦντα πανοικεί Θὼθ …Ἀπολλωνίῳ ἀρχι… τετάρτου κα… δημόσιον. εὔυδρα μέν ἐστιν τι… …ε ἐστιν ἀμφότερα Ἀρτεμιδώρου λεγομένου ἀδελφοῦ Παμμένους γενομένου γραμματέως νομαρχῶν καὶ ἐγλογιστοῦ, ἐνθάδε φίλος Διοσκόρου καὶ Δομιτίου τοῦ ἐξηγητοῦ. μεταλαμβάνω γὰρ ὅτι θέλει αὐτὰ πωλῆσαι. ἐὰν πέμψῃς πρὸς Δομίτιον εἰς Ἀλεξάνδρειαν δύναταί σοι αὐτὰ ἀγόρασαι καὶ καλῶς. μετέλαβον γὰρ ὅτι Χαιρήμων ἐδεδώκει τῶν ἵππων ὡς δραχμῶν …οι…ες… ἕτοιμον …καριον ατ… τρωνιν ου… ὡς σοι ἔγραψα. οἱ τοῦ Ἑρμανουβίωνος μέχρι τούτου οὐδὲν ἐποίησαν προσδοκῶντες τὸν Ἑρμανουβᾶν. ἐρρῶσθαί σε εὔχομαι κύριέ μου εὐτυχοῦντα πανοικεί Θὼθ δ γενομένῳ στρατηγῷ Ἡρακλεοπολίτου …Ἀβασκαντ… ἀπειληφέναι παρʼ αὐτοῦ. ἐπι…σε μὲν παραδεδωκέναι αὐτ…ν εἰς ἀπαίτησιν τῶι Πτολεμαίωι ὡς μὴ προσκειμένων τῶν δραχμῶν διὰ λόγων σου, μεσίτην δὲ γενάμενον Ἀπίωνα τὸν φίλον σοῦ τε Ἀβασκάντου καὶ Πτολεμαίου διαβεβληκέναι ἡμᾶς αἴσχρωμα, τὸν Ἀβάσκαντον λέγοντα πεπωκέναι αὐτὰ σὺν ἐμοὶ καὶ ἐπιβάλλειν αὐτῷ εἰς τὴν συμβολὴν δραχμὰς δέκα ἓξ ἃς ἀπειληφέναι παρʼ αὐτοῦ ἐπὶ τοῦ παρόντος, ὑπερτεθεῖσθαι δὲ τὸ πρᾶγμα εἰς τὴν ἐμὴν παρουσίαν, τοῦ Ἀπίωνος ὑπαινιττομένου ἀποσιωπᾶν τὸν Πτολεμαῖον ἐπὶ τοῦ παρόντος. αἴσχρωμα γὰρ λέγεσθαι τὸ ἐμὸν ὑπὸ τοῦ Ἀβασκάντου. νομίζω δὲ ὅτι οὐ τοσαύτην ἀλκὴν ἔπιεν ὁ Ἀβάσκαντος ὥστε μὴ προσθέσθαι σοι τὰς δραχμὰς ξ. μέμνησαι γὰρ κύριε πῶς ἐλθὼν εὐθέως ἀπὸ Ἀρσινοίτου ἀνήνεγκά σοι περὶ τῶν δραχμῶν ……σω σου… …αντουτ… …ἀπέσχε τὰς δραχμὰς …οἱ θεοὶ ἴσασι …ἐξ αὐτῶν οὔτε …ετι μάρτυς η …Νέμεσις. ἐρρῶσθαί σε εὔχομαι πανοικεὶ …ἀρχιερεῦ καὶ παν… Ἀπολλώνιε …Θὼθ δεκάτῃ