Ancient Greek
P.Stras. 7 666
Documentary Papyri, P.Stras. 7 666
Not analysed yet
ἐξ εἰρομένου γραφείου κώμης Νείλου πόλεως. ἔτους η Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεσορὴ κε. ὁμολογεῖ Σεγᾶθις Πακύσεως τοῦ Στοτοήτεως πρεσβυτέρου μητρὸς Θαήσιος ἱέρεια πρώτης φυλῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου ὡς ἐτῶν λζ οὐλὴ ἀντικνημίῳ μετὰ κυρίου τοῦ ἑαυτῆς συγγενοῦς Πακύσεως Σαταβοῦτος τοῦ Πακύσεως ἱερέως ἀπὸ τῆς αὐτῆς πρώτης φυλῆς ὡς ἐτῶν λγ οὐλὴ βήματι ποδὸς δεξιοῦ τῷ ἑαυτῆς ἀνδρὶ Ὥρῳ Π…ς τοῦ Ὀννώφρεως ἱερεῖ ἀπὸ τῆς αὐτῆς πρώτης φυλῆς ὡς ἐτῶν νη οὐλὴ ὀφρύι ἀριστερᾷ, ἐπεὶ ὁ Ὧρος ἐπετρόπευσεν καὶ ἱματίωσε καὶ πάντα ἐχωρήγησε τῷ τῆς Σεγάθιος υἱῷ Ὥρῳ ἀπὸ τοῦ πρώτου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου μέχρι τοῦ ἐνεστῶτος ἔτους, ἐκπρᾶξαι μηδὲν κατὰ ταύτην τὴν ὁμολογίαν μηδὲ ἐπελεύσασθαι μηδὲ τοὺς παρὰ τῆς Σεγάθιος τρόπῳ μηδενὶ ἐπʼ αὐτὸν τὸν Ὧρον μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ περὶ ὧν …ὧς κατεστάθη, τῷ προγεγραμμένῳ αὐτῆς υἱῷ Ὥρῳ καὶ ἑτέρῳ υἱῷ …ων ἤτοι ἐν σκεύεσι παντοίοις ἢ ἐνδομενίαν πᾶσαν διὰ τὸ τὸν Ὧρον τετροφέναι …τειν τὰ ὀφειλόμενα ὑπʼ αὐτοῦ τῷ προγεγραμμένῳ Ὥρῳ ἔτι ἀπ… ως καὶ τῇ προγεγραμμένῃ Σεγάθι …πον καθήκει διὰ τὸ εἰ… κέναι μέχρι τῆς ἐνεστώσης ἡμέρας …γε…αι