Ancient Greek
P.Stras. 7 673
Documentary Papyri, P.Stras. 7 673
Not analysed yet
παρέχοντος τὰ σπέρματα ἀμφοτέρων δὲ παρεχόντων τὰ …α κατὰ τὸ προκείμενον ἥμισυ μέρος καὶ ἐπάναγκον ἐπιτελέσομεν τὰ τῶν ἀρουρῶν ἔργα πάντα ὅσα καθήκει βασταζόμενοι ἀπὸ κοινῆς ἅλωνος ὑπὲρ ἐκφορίου κατʼ ἔτος ἑκάστης ἀρούρης ἀνὰ πυροῦ ἀρτάβην μίαν, τῶν δημοσίων πάντων ὄντων πρὸς σὲ τὸν κτήτορα, τῆς δὲ ἀναβολῆς τῶν δημοσίων χωμάτων πρὸς ἡμᾶς τοὺς μισθουμένους καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰς ἀρούρας καὶ τὰ ἐλάινα ὑπὸ καρπὸν καθὼς παρελάβαμεν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν …Αὐρήλιοι Μακάριος καὶ Κολλοῦθος μεμισθώμεθα ὡς πρόκειται Αὐρήλιος Φανίας ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων …ι …ρακ περὶ κώμην Δικαίου ἀρουρῶν ια δ …αι… ἐλάινα φυτ …οκ…ον…