Ancient Greek
P.Stras. 7 679
Documentary Papyri, P.Stras. 7 679
Not analysed yet
ἐν προοιμίοις πολλὰ ἀσπάζομαι καὶ προσκυνῶ τὰ εὐλογημένα ἴχνη τῆς ὑμετέρας ἁγιωσύνης. ἐπειδὴ οὖν πρέπει τῇ ὑμετέρᾳ θεοφιλείᾳ καὶ τοῖς καθαρῶς συνκροτεῖν τοὺς ἰδίους ἀδελφοὺς καὶ φίλους νῦν αὐτὸς οὐδὲ ἀγνοεῖς Κωνσταντῖνον τὸν ἐμὸν νοτάριον. ὀφείλει διοικῆσαι ὀλίγον πρᾶγμα ἵνα εὑρεθῇ τὰς σωματικὰς χρείας. καταξίωσον οὖν τὰ πράγματα διδόναι αὐτῷ ἵνα διοικήσῃ αὐτά. τοῦτο γὰρ ποιοῦσα ἡ ὑμετέρα θεοσέβεια ἄξιον ὑμῶν πρᾶγμα ποιεῖται. ἔρρωσο ἁγιώτατε πάτερ …ι…η…α ἄββα Ταυρῖνος περὶ Ὡρίωνος …ετε…εν…ι αὐτὸν ἵνα …ν… ἐπίδος τῷ τὰ πάντα ἁγιωτάτῳ πατρὶ ἀββᾶ Ἡρακλείδῃ ἀρχιμανδρίτῃ παρὰ Διοσκουρίδου υἱοῦ καὶ Ταυρίνου ἐλαχίστων