Ancient Greek
P.Stras. 7 696
Documentary Papyri, P.Stras. 7 696
Not analysed yet
…μέτρῳ τ… ὅλου χωρίου, σοῦ παρέχοντος τὰ κοῦφα αὐτῶν. εἰ δὲ εὑρεθείη ὄξος ἢ ἀ…τος ἢ ὀζόμενος ἐκ τοῦ αὐτοῦ οἴνου ἕως Τῦβι μηνὸς καὶ αὐτοῦ τῆς αὐτῆς ἰνδικτίωνος ἐπὶ τῷ με ἀλλάξαι σοι ἀντʼ αὐτῶν ἐν καλῷ οἴνῳ καὶ ἑτοίμως ἔχω φυλάξαι τὸν προκείμενον οἶνον ἐν τῷ ἡλιαστηρίῳ μέχρι τῆς τούτων μεταφορᾶς χωρὶς πάσης ἀντιλογίας καὶ ὑπερθέσεως. τοῦ δὲ καιροῦ παρελθόντος εἰ μὴ ἀποδώσω σοι τὸν αὐτὸν οἶνον καὶ τὴν εἰρημένην ποσότητα ἑτοίμως ἔχω ……αι σοι ὑπὲρ τῆς τούτων τιμῆς χρυσοῦ νομισμάτιον ἓν εὐθὺς μετὰ τοῦ καιροῦ ὑποκειμένης πρὸς τοῦτο τὸ χρέος πάσης μου ὑποστάσεως Ἴων ἀπὸ Ἑρμοῦ πόλεως ἐθέμην τοῦτο τὸ γραμματεῖον καὶ ἔχω… Αὐρήλιος Λιλοῦς …ς ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμματεῖον ὡς πρόκειται Αὐρήλιος Θεοδώρητος …ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Βίκτωρ …ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματείῳ καὶ …υ…οκ… τοῦ χρέους …τίῳ κα… Φλάυιος Φοιβάμμων Βίκτωρος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματείῳ καὶ τ… …ετ…ιντ…ρ διʼ ἐμοῦ …ἐγραφ…