Ancient Greek
P.Stras. 8 758
Documentary Papyri, P.Stras. 8 758
Not analysed yet
τῷ δικαίῳ τοῦ ἁγίου τόπου …ου τοῦ εὐλαβεστάτου διακόνου καὶ προνοήτου παρὰ Αὐρηλίου …μητρὸς Μάρθας γεωργοῦ ἀπὸ κώμης …τοῦ Ἑρμοπολίτου νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τοῦ αὐτοῦ ἁγίου τόπου ἐπὶ …ιετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ εἰσιούσης …ἰνδικτίονος καὶ αὐτῆς τὸ διάφερον αὐτῷ ὄγδοον μέρος …καὶ ἀπὸ τῆς χερσαμπέλου …ας Πλακηδίας …μακαριωτάτης …για καὶ τῆς αὐτῆς …καὶ τῆς σεσαθρωμένης …σὺν τῷ ὀγδόῳ μέρει τῶν ἐκεῖσε …καὶ παντὸς δικαίου διακείμενον ἐν πεδιάδι κώμης …τοῦ Ἑρμοπολίτου νομοῦ εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, φόρου …τέταρτον τῷ συμβρόχῳ κατʼ ἔτος …ἀρταβῶν …,ἐν δὲ ἀβρόχῳ, τὸ μὴ εἴη, παρέξω τὸ ἥμισυ μέρος …ὅνπερ φόρον νεὸν καλὸν καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἀποδώσω καὶ ἀποκαταστήσω εἰς τὸν αὐτὸν ἅγιον τόπον ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι …καὶ ἑτοίμως ἔχω ποιῆσαί σοι μίαν ἡμέραν …. ἡ παροῦσα μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος …ὁ προκείμενος μεμισθῶμαι ὡς πρόκειται Αὐρήλιος Θεόδωρος …ἀπὸ Ἑρμοπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος …ς Ἀφοῦτος ἀπὸ Ἑρμοπόλεως μαρτυρῶ τῇ μισθώσει ἀδούσας παρὰ τοῦ θεμένου Αὐρήλιος …Ταυρίνου ἀπὸ Ἑρμοπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου