Ancient Greek
P.Stras. 9 831
Documentary Papyri, P.Stras. 9 831
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ …ειπου Ἡρωδ… καὶ Τυραννο… …ε… Ἑλένῃ ζυτοπώλιδι …σ…ν…κ… ὡς …κα …κ…των μεταλημψομένοις εἰς μετεπιγραφὴν …ακ…νων …ς Χαριδήμου ἀπὸ …διὰ τοῦ Τεπτύνεως γραφείου τῷ δευτέρῳ καὶ εἰκοστῷ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου …ὕστερον ἐπιβεβληκυίας αὐτῷ ἐκ διαιρέσεως …δευτέρου ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων ……ἀρούρας δύο ἢ ὅσας ἐὰν ὦσι ἐν μίᾳ σφραγῖδι …σὺν τοῖς ἄλλοις δικαίοις πᾶσι …ν… …λιβὸς χέρσος, κυρίας δὲ εἶναι καὶ τὰς διὰ τῶν καταλοχισμῶν τῶν κατοικῶν …παραχωρητικὸν κεφάλαιον πᾶν τῶν παρακεχωρημένων …ἀργυρίου δραχμὰς …παραχρῆμα διὰ χειρὸς καὶ βεβαιώσιν τὸν …ου… …κλήρου κατοικικοῦ ἀρούρας δύο πάσῃ βεβαιώσει …καὶ κατακριμάτων πάντων καὶ παντὸς εἴδους ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος δευτέρου ἔτους καὶ αὐτοῦ τοῦ δευτέρου ἔτους ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ μηδένα κωλύειν τὴν Ἑλένην μηδὲ τοὺς παρʼ αὐτῆς κυριεύοντας τούτων καὶ τὰ ἐξ αὐτῶν περιγενόμενα ἀποφερομένους καὶ μεσιτεύοντας καὶ παραχωροῦντας ἑτέροις καὶ διοικοῦντας περὶ αὐτῶν ὡς ἐὰν αἱρῆται. ἐὰν δὲ μὴ βεβαιοῖ …κεφάλαιον μετʼ ἡμιολίας καὶ τὰ βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς …καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον ἡ ὁμολογία κυρία ἔστω. εἰ δὲ μὴ βούληται ἡ Ἑλένη ἀπογράψασθαι ταυ…πος Ἡρωδ… ὁμολογῶ παρακεχωρηκέναι …ισχιλίας καὶ βεβαιώσω καὶ καθα…ας δύο ἀρούρας ὡς πρόκιται