Ancient Greek
P.Stras. 1 34
Documentary Papyri, P.Stras. 9 894
Not analysed yet
…Βησαρίωνι καὶ Ἀναξαγόρᾳ Ἑρμίου βουλευταῖς βιβλιοφύλαξι ἐνκτήσεων καὶ δημοσίων λόγων Ἀντινόου πόλεως παρὰ Ἀνθεστίου τοῦ καὶ Γεμέλλου Μάρκου Ἰουλίου Ἀνθεστίου Ἀθηναιέως τοῦ καὶ Μαραθωνίου. ἀπογράφομαι παρʼ ὑμῖν ἣν ἐώνημαι ἐπὶ μηνὶ Φαῶφι ιε κατὰ διαγραφὴν τῆς …υ Ματιδίου τοῦ καὶ Δημητριέως ἐν Ἀντινόου πόλει κολλυβιστικῆς τραπέζης οἰκίαν δίστεγον ἐν ᾗ αἴθριον καὶ αὐλή, σὺν χρηστηρίοις πᾶσι ἐν τῇ Ἀντινόου πόλει ἐν τῷ …ϛ Νοτείου παρὰ Θερμουθαρίου τῆς καὶ Σαραποῦτος Ἀντινοίδος θυγατρὸς Πρωτάρχου Πτολεμαίου Σεβαστείου τοῦ καὶ Ἀπολλωνιέως τιμῆς ἀργυρίου δραχμῶν τρισχιλίων κατὰ …ἀρραβῶνα …προαπέσχεν ἐν τῷ Ἀρσινοείτῃ ἀργυρίου δραχμὰς δισχιλίας τετρακοσίας ,τὰς δὲ λοιπὰς εἰς συνπλήρωσιν τῆς τιμῆς ἀργυρίου δραχμὰς ἑξακοσίας διὰ τῆς προκειμένης ἐν Ἀντινόου πόλει διαγραφῆς, ἧς τὸ ἀντίγραφον ἐφʼ ὑπογραφῆς τοῦ τραπεζίτου διʼ ἐκτάκτου ὑμῖν παρεθέμην καὶ ὀμνύω τὴν Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τύχην καὶ θεὸν μέγιστον Ὀσειραντίνοον ἀληθῆ εἶναι τὰ προγεγραμμένα. ἔτους κγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐτυχοῦς Εὐσεβοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Βρεττανικοῦ Φαῶφι ιθ Ἀνθέστιος ὁ καὶ Γεμελλος ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον ὡς πρόκειται. …Βησαρίων καὶ Ἀναξαγόρας βουλευταὶ βιβλιοφύλακες ἐνκτήσεων καὶ δημοσίων λόγων Ἀντινόου πόλεως ἔσχομεν ἴσον κινδύνῳ τοῦ ἀπογραφομένου πρωτοπραξίας φυλασσομένης τῷ φίσκῳ καὶ τῷ πολιτικῷ λόγῳ τῶν Ἀντινοέων καὶ οἷς ἄλλοις δέον ἐστίν. ἔτους κγ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαῶφι ιθ. Βησαρίων διὰ Διδύμου σεσημείωμαι. Ἀναξαγόρας σεσημείωμαι.