Ancient Greek
P.Tarich. 13
Documentary Papyri, P.Tarich. 13
Not analysed yet
Πτολεμαίωι τῶν φίλων καὶ …ωι παρὰ Ὀννώφριος τοῦ Τεῶτος ταριχευτοῦ τῶν ἐκ Τάνεως τοῦ Ἀρσινοίτου νομοῦ. ἐπιδεδώκαμέν σοι ὑπόμνημα κατὰ Πάσιτος καὶ Ἀβύκιος ταριχευτῶν καὶ Φανήσιος κωμογραμματέως τῶν ἐκ Φιλαδελφείας τοῦ αὐτοῦ νομοῦ καὶ σοῦ ……αὐτοὺς τὸ πα… …προσερχομένους ἐπὶ σὲ ……υ…ειν μετα τῶν προγεγραμμένων ὑπὲρ βασιλικῶν ὧν ἦσαν νενοσφισμένοι …οἱ ἐνκαλούμενοι ἐπισείσαντές μοι τοὺς ἐκ Φιλαδελφείας φυλακίτας ἀπήγαγόν με. ἐπεὶ οὖν μετῆγμαι ἐπ …αμ…ο…ι… ἀξιῶ μὴ ὑπεριδεῖν με…μενον ἀλλὰ μεταπέμψασθαί με ἐκ τῆς φυλακῆς ὅπως, ἐὰν ἐνδείξωμαι τὰ ἐμπεφανισμένα ……νμ…εν ……μαι συντάξῃς γράψαι διέσθαι με ἐκ τῆς φυλακῆς. τούτου δὲ γενομένου ἔσομαι τοῦ δικαίου καὶ τῆς σῆς μισοπονηρίας τετευχώς. εὐτύχει