Ancient Greek
P.Tarich. 2
Documentary Papyri, P.Tarich. 2
Not analysed yet
Δριμύλωι διαδόχωι καὶ πρὸς τῶι παρασφραγισμῶι παρὰ Ἀμεννέως καὶ Ὀννώφριος καὶ Ψενήσιος ταριχευτῶν τῶν ἐκ Τάνεως τῆς Ἡρακλείδου μερίδος. συνεσχημένων ἡμῶν διὰ σοῦ ἐν τῆι φυλακῆι ἐφ’ ἡμέρας πλείους καὶ ἀγνοοῦντων δι’ ἣν αἰτίαν συνεσχήμεθα ἀξιοῦμεν οὖν σε δεόμενοι μὴ ὑπεριδεῖν ἡμᾶς ἀναιτίους ὄντας καταφθειρομένους ἐν τῆι φυλακῆι ἐνδεεῖς ὄντας τῶν ἀναγκαίων, ἀλλ’, ἐάν σοι φαίνηται, ἀνακαλεσάμενον ἡμᾶς ἐπισκέψασθαι ὑπὲρ τῶν καθ’ ἡμᾶς, κἂν φαινώμεθα ἀναίτιοι ὄντες, διέσθαι ἡμᾶς. τούτου γὰρ γενομένου ἐσόμεθα τετευχότες τῆς παρὰ σοῦ βοηθείας εὐτύχει