Ancient Greek
P.Tarich. 4 b
Documentary Papyri, P.Tarich. 4b
Not analysed yet
τοῖς χρηματισταῖς ὧν εἰσαγωγεὺς Μέλας παρὰ Ἀμεννέως καὶ Ὀννώφριος τοῦ Τεῶτος ταριχευτῶν ἐκ Τάνεως. ἐπεδώκαμεν ὑμῖν ὑπόμνημα Θωῦθ ιε κατὰ Ἀβύκιος τοῦ Ὥρου καὶ Κελεχώντιος καὶ Πάσιτος Ψενεμοῦτος ταριχευτῶν ἐκ Φιλαδελφείας καθ’ ὧν ἐγκεκλήκαμεν ἤδη μῆνας ε ὑπὲρ ὧν ἔχουσιν βασιλικῶν σκηπτόμενοι καὶ ὃν τρόπον παρελογίσαντο Δριμύλον τοῦ γραφῆναι ἀπαχθῆναι ἡμᾶς. ἔγραψεν Κλέωνι τῶι ἀρχιφυλακίτηι Τάνεως καὶ παρεδόθημεν τοῖς φυλακίταις εἰς ἀπαγωγὴν ἔχοντες τὴν παρὰ Πρωτάρχου ἐπιστολὴν καὶ τὴν Βάκχωντος τοῦ διοικητοῦ βουλόμενοι ἀφελέσθαι ἡμῶν τὰς ἐπιστολὰς καὶ περὶ πάντων τῶν ἀπαντησάντων …οὐκ ἐμμένοντες τοῖς ὑπὸ τοῦ βασιλέως προστάγμασιν διὰ τὸ ἔχειν αὐτοὺς χρυσίον καὶ ἀργύριον. ἀξιοῦμεν ὑμᾶς γράψαι Ἰάσονι τῶι ἐπιστάτηι ἀποστεῖλαι ἐφ’ ὑμᾶς Κλέωνα τὸν ἀρχιφυλακίτην ὧι παρεδόθημεν καὶ τοὺς φυλακίτας οἷς παρέδωκεν ἡμᾶς ὧν τὰ ὀνόματα Ἐσερχῆς, Εὔπορος, Ὀννῶφρις, Ἡρακλείδης ἐρημοφύλαξ ὅς συνιστορεῖ, ὅπως ἐπερωτηθῶσι περὶ τούτων, ἵν’, ἐὰν ἐνδειξώμεθα, τύχωσι ὧν δεῖ τυχεῖν παρακηκοότες τῶν τοῦ βασιλέως προσταγμάτων συνσχόντες ἡμᾶς κρίσεως ἡμῖν ὑπαρχούσης ἐπὶ χρηματιστῶν. εὐτυχεῖτε