Ancient Greek
P.Tarich. 6 a
Documentary Papyri, P.Tarich. 6a
Not analysed yet
……φ… Βάκχωντι διοικητῆι παρ’ Ἀμεννέως τοῦ Ὥρου καὶ Ὀννώφριος τοῦ Τεῶτος ἐνταφιαστῶν τῶν ἐκ Τάνεως τοῦ Ἀρσινοίτου νομοῦ. προσαγγέλλομεν Ἀβῦκιν Ὥρου καὶ Κελεχῶντα Πάσιτος καὶ Πᾶσιν Ψενεφμοῦτος ἐνταφιαστὰς ἐκ κώμης Φιλαδελφείας τοῦ αὐτοῦ νομοῦ ὅτι προστάγματος ὄντος τοὺς σ…ε…εσμένους τοῖς ἀπονοηθεῖσιν ἀποστάταις τούτων τὰς οὐσίας ἀναλαμβάνεσθαι εἰς τὸ βασιλικόν, Ψενεφμοῦτος δὲ Παῶτος γενομένου ἐν τοῖς ἀποστάταις, ὧι οὐχ ὑπῆρχεν συγγενὴς οὐθείς, ὑπαρχόντων δὲ αὐτῶι ἐγγαίων τε καὶ ἄλλων, ὁμοίως δὲ καὶ γέρως ἐνταφιαστικοῦ τῶν ἐν Φιλαδελφείαι ταριχειῶν, τούτων κομισθέντων καὶ γραφέντος πραθῆναι αὐτοῦ τὴν οὐσίαν εἰς τὸ βασιλικὸν, ἐπράθη μὲν ἡ ὑπάρχουσα αὐτῶι οἰκία ἐν τῆι προγεγραμμένηι κώμηι, ἣν ἐπρίατο Ἅκωρις Παχῆτος βασιλικὸς γεωργὸς τῶν ἐκ τῆς αὐτῆς καὶ κρατεῖ αὐτῆς μέχρι τοῦ νῦν, τὰ δ’ ἄλλα ὄντ’ αὐτῶι καὶ τὸ δεδηλωμένον γέρας οἱ περὶ τὸν Ἀβῦχιν, καθ’ ὧν ἐμφανίζω, συνδιήιρηνται ἑαυτοῖς παρὰ τὸ καθῆκον οὐ διαγράψαντες τιμὴν καθότι εἴθισται. γίνονται δὲ ἐκ τοῦ γέρως κατ’ ἐνιαυτὸν χαλκοῦ Δ, ἃς ἀποφέρονται ἀπὸ τοῦ β ἔτους μέχρι τοῦ νῦν ἐτῶν ιθ γίνεται τάλαντα ιβ Δ. ἵνα οὖν μηθὲν παραληφθῆι …