Ancient Greek
P.Tebt. 1 100
Documentary Papyri, P.Tebt. 1 100
Not analysed yet
Θεογονίς …Ἡράκλειος ὁ παρὰ Ἀπολλοδώρου λογευτοῦ Ἐπιγένηι Μελιστίωνος χαίρειν. διαγέγραφας διʼ ἐμοῦ τὸ ἔλαιον τοῦ νδ ἔτους χαλκοῦ δραχμὰς ο. ἔτους νδ Παῦνι η. Ἀκουσίλαος λογευτὴς τῶν κατὰ τὴν ε ἱππαρχίαν, μεμέτρηνταί μοι ἀπὸ γενημάτων τοῦ αὐτοῦ ἔτους παρὰ Ἐπιγένους τοῦ Μελιστίωνος …α…ιχ… πυροῦ τριάκοντα πέντε, γίνονται πυροῦ λε, ἃς Πετεσοῦχος γεωργός. Ἀκουσίλαος λογευτὴς Θεογονίδος μεμέτρημαι τὰ καθήκοντα κοινωνικὰ τοῦ νδ ἔτους. Καλλικράτης καὶ Δρεῦος καὶ Ἀκουσίλαος οἱ προκεχειρισμένοι πράκτορες Ἐπιγένῃ Μελειστίωνος χαίρειν. διαγέγραφας διʼ ἡμῶν τὰ συνκεκριμένα ἀπὸ τῶν ἀνδρῶν πρᾶξαι ἑκάστης ἀρούρας δραχμὰς ἑκατόν ,γίνονται …φ, ἃς Πετεσοῦχος γεωργὸς καὶ οἱ μέτοχοι. ὁμοίως δὲ μεμέτρηκας ἑκάστης ἀρούρας πυροῦ τέταρτον ,γίνονται ἀρτάβαι πυροῦ ιζ. Δρεῦος ἐπηκολούθηκα. Ἀκουσίλαος ἐπηκολούθηκα.