Ancient Greek
P.Tebt. 1 104
Documentary Papyri, P.Tebt. 1 104
Not analysed yet
ἔτους κβ Μεχεὶρ ια. ὁμολογεῖ Φιλίσκος Ἀπολλωνίου Πέρσης τῆς ἐπιγονῆς Ἀπολλωνίαι τῆι καὶ Κελλαύθει Ἡρακλείδου Περσίνηι μετὰ κυρίου τοῦ ἀδελφοῦ αὐτῆς Ἀπολλωνίου ἔχειν παρʼ αὐτῆς εἰς χαλκοῦ νομίσματος λόγον τάλαντα β καὶ δραχμὰς Δ τὴν διωμολογημένην αὐτῶι φερνὴν ὑπὲρ αὐτῆς Ἀπολλωνίας, ἐὰν ε… τὴν φερνὴν …ανεκικ οτολ. συγγραφοφύλαξ Διονύσιος. βασιλεύοντος Πτολεμαίου τοῦ καὶ Ἀλεξάνδρου θεοῦ Φιλομήτορος ἔτους δευτέρου καὶ εἰκοστοῦ ἐφʼ ἱερέως Ἀλεξάνδρου καὶ τῶν ἄλλων τῶν γραφομένων ἐν Ἀλεξανδρείαι μηνὸς Ξανδικοῦ ἑνδεκάτηι Μεχεὶρ ἑνδεκάτηι ἐν Κερκεοσίρει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Φιλίσκος Ἀπολλωνίου Πέρσης τῆς ἐπιγονῆς Ἀπολλωνίαι τῆι καὶ Κελλαύθει Ἡρακλείδου Περσίνηι μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Ἀπολλωνίου ἔχειν παρʼ αὐτῆς εἰς χαλκοῦ νομίσματος λόγον τάλαντα δύο καὶ δραχμὰς τετρακισχιλίας τὴν διωμολογημένην αὐτῶι φερνὴν ὑπὲρ αὐτῆς Ἀπολλωνίας. ἔστω δὲ Ἀπολλωνία παρὰ Φιλίσκωι πειθαρχοῦσα αὐτοῦ ὡς προσῆκόν ἐστιν γυναῖκα ἀνδρός, κυριεύουσαν μετʼ αὐτοῦ κοινῇ τῶν ὑπαρχόντων αὐτοῖς. τὰ δὲ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα προσήκει γυναικὶ γαμετῆι παρεχέσθω Φιλίσκος Ἀπολλωνίαι ἐνδημῶν καὶ ἀποδημῶν κατὰ δύναμιν τῶν ὑπαρχόντων αὐτοῖς, καὶ μὴ ἐξέστω Φιλίσκωι γυναῖκα ἄλλην ἐπαγαγέσθαι ἀλλὰ Ἀπολλωνίαν μηδὲ παλλακὴν μηδὲ παιδικὸν ἔχειν μηδὲ τεκνοποιεῖσθαι ἐξ ἄλλης γυναικὸς ζώσης Ἀπολλωνίας μηδʼ ἄλλην οἰκίαν οἰκεῖν ἧς οὐ κυριεύσει Ἀπολλωνία μηδʼ ἐγβάλλειν μηδὲ ὑβρίζειν μηδὲ κακουχεῖν αὐτὴν μηδὲ τῶν ὑπαρχόντων μηθὲν ἐξαλλοτριοῦν ἐπʼ ἀδικίαι τῆι Ἀπολλωνίαι. ἐὰν δέ τι τούτων ἐπιδειχθῆι ποιῶν ἢ τὰ δέοντα ἢ τὸν ἱματισμὸν ἢ τὰ ἄλλα μὴ παρέχῃ αὐτῆι καθὰ γέγραπται ἀποτεισάτω Φιλίσκος Ἀπολλωνίαι παραχρῆμα τὴν φερνὴν τὰ δύο τάλαντα καὶ τὰς τετρακισχιλίας δραχμὰς τοῦ χαλκοῦ. κατὰ τὰ αὐτὰ δὲ μηδὲ Ἀπολλωνίαι ἐξέστω ἀπόκοιτον μηδὲ ἀφήμερον γίνεσθαι ἀπὸ τῆς Φιλίσκου οἰκίας ἄνευ τῆς Φιλίσκου γνώμης μηδʼ ἄλλωι ἀνδρὶ συνεῖναι μηδὲ φθείρειν τὸν κοινὸν οἶκον μηδὲ αἰσχύνεσθαι Φιλίσκον ὅσα φέρει ἀνδρὶ αἰσχύνην. ἐὰν δὲ Ἀπολλωνία ἑκοῦσα βούληται ἀπαλλάσσεσθαι ἀπὸ Φιλίσκου ἀποδότω αὐτῆι Φιλίσκος τὴν φερνὴν ἁπλῆν ἐν ἡμέραις δέκα ἀφʼ ἧς ἐὰν ἀπαιτηθῆι. ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται ἀποτεισάτω αὐτῆι παραχρῆμα ἧν εἴληφεν ἡμιόλιον τὴν φερνήν. μάρτυρες Διονύσιος Πάτρωνος Διονύσιος Ἑρμαίσκου Θέων Πτολεμαίου Δίδυμος Πτολεμαίου Διονύσιος Διονυσίου Ἡράκλειος Διοκλέους οἱ ἓξ Μακεδόνες τῆς ἐπιγονῆς. συγγραφοφύλαξ Διονύσιος. Φιλίσκος Ἀπολλωνίου Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἔχειν τὴν φερνὴν τὰ δύο τάλαντα καὶ τὰς τετρακισχιλίας δραχμὰς τοῦ χαλκοῦ καθότι προγέγραπται καὶ τέθειμαι τὴν συγγραφὴν κυρίαν παρὰ Διονυσίωι. ἔγραψεν ὑπὲρ αὐτοῦ Διονύσιος Ἑρμαίσκου ὁ προγεγραμμένος διὰ τὸ αὐτὸν μὴ ἐπίστασθαι γράμματα. Διονύσιος ἔχω κυρίαν. ἔτους κβ Μεχεὶρ ια πέπτωκεν εἰς ἀναγραφήν. Ἀπολλωνίας εἰς Φιλίσκον ὁμολογία γάμου κεχ…κοιν. Ἀπολλωνίας Φιλίσκου Ἀπολλωνίου Διονυσίου Θέωνος Διονυσίου Ἡρακλείους Διδύμου Διονυσίου …περιγις