Ancient Greek
P.Tebt. 1 107
Documentary Papyri, P.Tebt. 1 107
Not analysed yet
Πτολεμαῖος Μενίσκου Μεγχεῖ χαίρειν. ὁμολογῶ μεμισθωκέναι σοι τὰς ὑπαρχούσας ἐν τῶι κλήρωι μου χόρτου ἀρούρας δέκα ἐσπαρμένας εἰς τὸ ϛ ἔτος ἐκφορίου ἑκάστης ἀρούρας πυροῦ πέντε ,ὥστʼ εἶναι πυροῦ ἀρτάβας πεντήκοντα ,καὶ συνχωρῶ τῆι μισθώσει καὶ βεβαιώσω σοι καὶ οἷς ἐὰν μισθώσῃς. ἔρρωσο. ἔτους ϛ Ἁθὺρ …