Ancient Greek
P.Tebt. 1 110
Documentary Papyri, P.Tebt. 1 110
Not analysed yet
Πετεσοῦχος ὁ καὶ Πετεῦρις Σελεβοῦτος Πέρσης τῆς ἐπιγονῆς Ἑρμίᾳ τῷ καὶ Ἐργῖ Πετεσοῦχου χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ πυρῶν ἀρτάβας εἴκοσι τέσσαρας ἥμισυ σὺν ἡμιολίᾳ, ἃς καὶ ἀποδώσω σοι ἐν μηνὶ Παῦνι τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους καθεσταμένας εἰς Κερκευσῖριν μέτρῳ δρόμου. ἂν δὲ μὴ ἀποδῶ σοι ἐκτίσω σοι παραχρῆμα τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας ἢ τὴν ἐσομένην πλείστην τιμὴν καὶ ἐπίτιμον ἀργυρίου ἐπισήμου δραχμὰς ἑξήκοντα καὶ τὸ βλάβος καὶ εἰς τὸ βασιλικὸν τὸ ἴσον. ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῆ ἐπιφερομένη. ἔρρωσο. ἔτους κβ Μεχεὶρ κγ. Ptwrs