Ancient Greek
P.Tebt. 1 156 descr.
Documentary Papyri, P.Tebt. 1 156
Not analysed yet
…Ἄλκιμος ἀρχιφυλακίτης Πέρσαι τῆς ἐπιγονῆς ὁμολογοῦμεν παρειληφέναι διὰ σοῦ Ἄλκιμον Ἁρφάσιος τῆι κζ τοῦ Φαμενὼθ τοῦ κγ ἔτους καὶ ἡμέραις αἷς παραγγείλῃς ἡμῖν παραστῆσαι τὸν προγεγραμμένον Ἄλκιμον ἐν ἡμέραις πέντε κομισαμένου δ…ν, ἐὰν δὲ μὴ παραστήσωμεν ἐπὶ σὲ ἐξέστω σοι παραδιδόναι ἡμᾶς ἀντʼ αὐτοῦ καὶ ἐπίτιμον εἰς τὸ βασιλικὸν ἀργυρίου δραχμὰς τέσσαρας ἀπὸ τριακάδος, καὶ μηδὲν ἧσσον ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῆ ἐπιφερομένη