Ancient Greek
P.Tebt. 1 183 descr.
Documentary Papyri, P.Tebt. 1 183
Not analysed yet
…κωμομισθωτής γεωργός ἠνάγκασαν παραχωρῆσαι τὴν σημαινομένην γῆν ἄλλων πυρῶν ἀρταβῶν με …παραδοθῆναι εἰς τὸ βασιλικὸν μέτρῳ ἑξαχοινίκῳ, ὑπὲρ ὧν καὶ ἐνέτυχον Ἀπολλωνίωι τῷ μεριδάρχηι καὶ τοῦ κωμάρχου ἐξωμολογησαμένου ἕκαστα προσέταξέν σοι τὰ δίκαιά μοι ποιῆσαι. τούτων δὲ μέχρι τοῦ νῦν μὴ δεδικαιοπραγηκότων ἐπιδίδωμί σοι ὅπως οὗτοι κατασταθέντες σὺν τῶι κωμογραμματεῖ ἐπαναγκασθῶσι ἀναλογισαμένοι μοι καὶ τὸ ἐκφόριον εἰς τούτους ὑπολογήσαντες ἀποδοῦναί μοι τὸ λοιπὸν πυροῦ, ἐὰν δὲ ἀπειθῶσι καταστῆσαι ἐπὶ τὸν στρατηγὸν ἵνα πάντων τύχω τῶν δικαίων αὐτοὶ δὲ τῆς ἁρμοζούσης ἐπιπλήξεως. εὐτύχει.