Ancient Greek
P.Tebt. 1 230 descr.
Documentary Papyri, P.Tebt. 1 230
Not analysed yet
…οἷς καὶ συνκρουσάντων καὶ τραυματίσαντες ἕνα αὐτῶν εἰς φυγὴν ὥρμησαν ὑφελομένων ἡμῶν γαῖσον, καὶ τῆι προκειμένηι ια ὀψίτερον τῆς ὥρας περιπεσόντες Πετοσίρει ἐπικαλουμένωι Δεκάρπωι Ὀννώφριος τῶν ἐκ Τεβτύνεως κατασκοπεύοντι ὧι καὶ μακρόθεν …πα… ἀπολύσαντες καὶ τοὺς εἰσελθόντας εἰς τὸ ἐν τῆι κώμηι καπηλεῖον ἐν ὧι καὶ ἐνμείναντος μέχρι νυκτὸς οὕτως εἰσελθόντες καὶ ἐνκρατεῖς αὐτοῦ γενόμενοι παρεδώκαμεν Ἡρακλείδει τῶι ἐπιστάτει καὶ ἀρχιφυλακίτηι σὺν οἷς περιβέβλητο ἱματίοις τριβακοῖς δυσὶ καὶ χιτῶνι καὶ κράνωι καὶ πιλίωι