Ancient Greek
P.Tebt. 1 37
Documentary Papyri, P.Tebt. 1 37
Not analysed yet
Ἀπολλῶς Πετεσούχωι χαίρειν. γίνωσκε Κεφαλᾶν καὶ Πετεσοῦχον καὶ τοὺς μετόχους προσεληλυθέναι Δημητρίῳ περὶ ὧν ἐὰν ὀμόσωσι ἔργων ἐμβεβλῆσθαι εἰς τὴν γῆνκαὶ παρατάσεις δοῦναι αὐτοῖς. καὶ γὰρ μεγάλως ἠρυθρίακε καὶ ἐντέταλται μοι παραλαβόντι στρατιώτας ἐκπορθῆσαι αὐτούς. ἐγὼ οὖν περισπώμενος περὶ ἀναγκαίων γέγραφά σοι ἵνα ἱκανὸς γένῃ, καὶ πράξας ἔχε ἀπὸ τοῦ χαλκοῦ τάλαντον α ἕως καταβῶ καὶ λάβω. ἐὰν δὲ ἀμελήσῃς ἀναγκασθήσομαι ἐγὼ ἐλθεῖν αὔριον. ἔρρωσο. ἔτους θ Χοίαχ …Πετεσούχωι.