Ancient Greek
P.Tebt. 1 46
Documentary Papyri, P.Tebt. 1 46
Not analysed yet
Μεγχεῖ κωμογραμματεῖ Κερκεοσίρεως παρὰ Ἁρμιύσιος τοῦ Σαραπίωνος βασιλικοῦ γεωργοῦ τῶν ἐκ τῆς αὐτῆς. τῆι η τοῦ Μεσορὴ τοῦ δ ἔτους ἐπελθόντες ἐπὶ τὴν ὑπάρχουσάν μοι οἰκίαν Πύρριχος Διονυσίου τῶν κατοίκων ἱππέων καὶ Ἡράκλειος Ποσειδίππου τῶν ἐκ τῆς αὐτῆς κώμης σὺν ἄλλοις πλείστοις ἐν μαχαίραις καὶ εἰσβιασάμενοι ἔνδον ἐκκρούσαντες τὸ χελώνιον τοῦ οἴκου τῆς μητρός μου ἀπηνέγκαντο τὰ ὑπογεγραμμένα, οὐθενὸς ἁπλῶς ὄντος μοι πρὸς αὐτούς. διὸ ἐπιδίδωμί σοι ὅπως περὶ ἑκάστων ὑπογραφὴν ποιήσηι προσυποτάξας καὶ τοῦ ὑπομνήματος ἀντίγραφον οἷς καθήκει, ἵνʼ ἐγὼ μὲν κομίσωμαι τὰ ἐμαυτοῦ αὐτοὶ δὲ τύχωσι τῆς ἁρμοζούσης ἐπιπλήξεως. εὐτύχει. ἱμάτιον γυναικεῖον ἄξιον χαλκοῦ ταλάντου α Δ, χιτῶνα γυναικεῖον χειριδωτὸν Δ, στάμνον ἐν ὧι χαλκοῦ δραχμαὶ Αχ.