Ancient Greek
P.Tebt. 1 53
Documentary Papyri, P.Tebt. 1 53
Not analysed yet
Πετεσούχωι κωμογραμματεῖ Κερκεοσίρεως παρʼ Ὥρου τοῦ Κοννῶτος βασιλικοῦ γεωργοῦ τῶν ἐκ τῆς αὐτῆς. τῆι κ τοῦ Θωὺθ τοῦ η ἔτους τῶν ὑπαρχόντων τοῖς ἐκ τῆς κώμης γεωργοῖς προβάτων ἱερῶν μ ὧν τυγχάνω προεστηκὼς νεμομένων ἐν τοῖς περὶ τὴν Κερκεοσῖριν πεδίοις ἐπιθέμενοι λῃστικῶι τρόπωι Πετερμοῦθις Καούιτιος εἰκοσιάρουρος καὶ ὁ τούτου ἀδελφὸς Πετεσοῦχος ἑπτάρουρος καὶ Πετερμοῦθις Νεχθνούφιος καὶ Πᾶσις Ἁρεμψοῦτος ἑπτάρουροι ὁμοίως σὺν ἑτέροις καὶ Πετερμοῦθις Φεμβροήριος ἐπικαλούμενος Πατσαῖσις τῶν ἐκ Βερενικίδος Θεσμοφόρου περιήλασαν πρόβατα σύμμεικτα μ ἐν οἷς πεπ…μενα ἔντοκα ιβ. ἀξιῶ ὑποτάξαι τοῦ ὑπομνήματος ἀντίγραφον οἷς καθήκει ὅπως οἱ εὐθυνόμενοι ἀναζητηθέντες τὰ μὲν κτήνη ἀποδοθῇ αὐτοὶ δὲ τύχωσι ὧν προσήκει, πρὸ δὲ πάντων οἱ κλῆροι αὐτῶν κατασχεθῶσι ἐν τῶι βασιλικῶι. εὐτύχει. ἀναφέρω ἵνα ἐὰν μὴ ἄλλως φαίνηται συντάξῃς κατεγγυᾶν αὐτῶν τοὺς κλήρους αὐτοὺς δὲ ἀναζητήσας των ἀσφαλίσασθαι τὰ γενήματα …ατος