Ancient Greek
P.Tebt. 1 59
Documentary Papyri, P.Tebt. 1 59
Not analysed yet
Ποσειδώνιος τοῖς ἐν Τεπτύνει ἱερεῦσι χαίρειν καὶ ἐρρῶσθαι, ὑγίαινον δὲ καὶ αὐτὸς. καταντήσαντος γὰρ εἰς τὴν πόλιν Σοκονώφεως καὶ Ὤιπεως τῶν ἐξ ὑμῶν καὶ ὑποδεικνυόντων ἣν ἔχετε πρὸς ἡμᾶς ἄνωθεν πατρικὴν φιλίαν, ἐν οἷς ἐὰν προσδεῆσθέ μου ἐπιτάσσοντές μοι προθυμότερον διὰ τὸ ἄνωθεν φοβεῖσθαι καὶ σέβεσθαι τὸ ἱερὸν, ἔρρωσθε. ἔτους ιϛ Φαῶφι θ. παρὰ Ποσειδωνίου τοῖς ἐν Τεπτύνει ἱερεῦσι.