Ancient Greek
61b.B.12ctr.336 to 61b.B.14.380
Documentary Papyri, P.Tebt. 1 61b.B.12ctr.336-61b.B.14.380
Not analysed yet
ἑπταρούρων ἧς μέρος ἀνδρῶν λζ τξγ 𐅵καὶ διάφορον σχοινισμοῦ ιη δ, γίνονται τπα 𐅵δ, ἀρτάβαι ρϙ 𐅵γ, καὶ ὅλοις ὑπολόγου ἀνδρῶν ιδ ἀνὰ ϛ 𐅵διάφορον σχοινισμοῦ …,γίνονται θ… . Πτολεμαίου καὶ Ξένωνος ἧς μέρος ἀνδρῶν γ ἀνὰ ϛ 𐅵ιθ 𐅵διάφορον σχοινισμοῦ α 𐅵,γίνονται κα, ἀρτάβαι ι 𐅵. ὥστʼ εἶναι τῆς ἐν σπόρωι …καὶ ὧν τὸ γραμματικόν· ἐφόδων ἧς μέρος α, ὅλοις ὑπολόγου α, γίνονται β, φυλακιτῶν ἧς μέρος β, ἐρημοφυλάκων β, ὅλοις ὑπολόγου α, γίνονται γ, γίνονται ζ. γίνονται γραμματικοῦ ἧς μέρος ε, ὅλοις ὑπολόγου β. θεοῦ μεγάλου ἧς μέρος ἐσπάρθαι ρλθ 𐅵δ η ιϛ τῶν ἀνενηνεγμένων ἐν ἐπιστάσει …καὶ ἐν ἀπολογισμῶι ὧν ἀνταναίρεσις γέγονεν …ἀπὸ τῶν προκειμένων κεφαλαίων, …ἄρουραι σξα ιϛ ἀρτάβαι Αψλβ 𐅵ιβ. ἔστιν τὸ κατʼ εἶδος· τῶν ἐν τῶι μη ἔτει ἀπὸ τῶν ἕως τοῦ μζ ἔτους κειμένων ἐν συνκρίσει, ἐπιγενήματος τοῦ προσαχθέντος ἐν τῶι λ ἔτει τῆι γεωργουμένηι διὰ Προκλείους τῶν ἱππαρχῶν χάριν τοῦ μεταμισθοῦσθαι ἑτέροις γεωργοῖς πλείω τῶν προυποκειμένων ἐκφορίων ἧς καὶ …ἐκφόρια σὺν σπέρματι ἀπομετρῆσαι εἰς τὸ βασιλικόν, ἐν δὲ τῶι λα ἔτει …ἀπὸ τῆς ἐκπιπτούσης τοῦ δέοντος καιροῦ …διὰ τὸ τοὺς γεωργήσαντας ἐν τῶι αὐτῶι ἔτει ἐνκαταλείποντας ἀνακεχωρηκέναι ἑτέρους τόπους διὰ τὴν προυποκειμένην αἰτίαν ἐπισταθῆναι ὑπὸ Πτολεμαίου τοῦ γενομένου ἐπιμελητοῦ ἑτέρους, ἐφʼ ὧι οὐκ ἀπαιτηθήσονται τὸ δηλούμενον ἐπιγένημα καὶ προσχορηγηθήσεται αὐτοῖς τὰ καθήκοντα σπέρματα, καὶ γενέσθαι. μετὰ δὲ ταῦτα ἐντυχόντων Φανίαι τῶι γενομένωι ἐν τοῖς πρώτοις φίλοις καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων προφερομένων μὴ κατὰ λόγον ἀπηντηκέναι διὰ τὸ ὀψίμως σπαρῆναι, βουλομένων ποτίσαι εἰς φύλλον διακωλυθῆναι ὑπὸ τῶν ἐκ Βερενικίδος Θεσμοφόρου γεωργῶν καὶ ἑτοίμως ἐχόντων …ησαι τὴν γῆν τοῖς αἱρουμένοις παρεπιγεγράφθαι ὡς οὐθὲν τοῦ καλῶς ἔχοντος …παραλειφθήσεται· καὶ παραγενομένου αὐτοῦ εἰς τὴν κώμην καὶ ἐπελθόντος ἐπὶ τὰ γεώργια εὑρεθῆναι τὸν σπόρον κακοφυῆ ὄντα καὶ τὰ γενήματα ἀθέριστα, πρὸς δὲ τὸ μὴ τῶν δυναμένων περιγενέσθαι ἐκπεσεῖν παρακαλέσαντος τοὺς γεωργοὺς προτρέψαντος θερίσαντας μετενέγκαι ἐπὶ τὰς ἅλως, τεθεωρῆσθαι ἐκ τῆς γεγενημένης εἰκασίας μετὰ ταῦτα τὰ ἐπιγεγραμμένα τῆι γῆι μὴ δύνασθαι συνπληρωθῆναι· προσεδρεῦσαι καὶ τὴν κ… ἀπομετρηθῆναι εἰς τὸ βασιλικὸν καὶ τὰ ἀπολείποντα ἀπὸ ἐνεχυρασιῶν πράξαντα μόλις συνπληρωθῆναι. ἀρουρῶν σνα ἀντὶ τῶν ἕως τοῦ κθ ἔτους ἀνὰ ε δ η μη ρξ 𐅵γ ιβ, σζ ι𐅵 ἀνὰ δ 𐅵γ ιβ Αλγ, ιδ 𐅵ἀνὰ β 𐅵γϛ δ, γίνονται Ασλ γ ιβ.