Ancient Greek
61b.B.7.211 to 61b.B.9.245
Documentary Papyri, P.Tebt. 1 61b.B.7.211-61b.B.9.245
Not analysed yet
γίνονται τούτων ἄρουραι 11 η ἀρτάβαι νθγ γ ιβ, ὧν πυροῦ Γσθ ϛ, κριθῆς αἳ πυροῦ Ασξδ, ὀλύρας αἳ πυροῦ σι γ, χαλκοῦ πζ 𐅵δ, …Δψλη γ. καὶ τίθεται ἐν τῶι ὑπολόγωι τῶν ἐν τῶι ν ἔτει καὶ ἀπὸ τῶν ἕως τοῦ μθ ἔτους …κειμένων ἐν τοῖς ἐπισκεφθησομένοις …τῶν σημαινομένων διὰ τῶν μεταδεδομένων πρὸς τὴν πραγματείαν τοῦ ἀπολογισμοῦ τοῦ ἐδάφους βυβλίων προσηγγέλθαι καταμεμετρῆσθαί τισιν τῶν προσληφθέντων εἰς τὴν κατοικίαν ἀπὸ σπορίμου καὶ τῆς ἄλλης τῆς μὴ καθηκούσης, ἧς τοὺς πρότερον βασιλικοὺς γραμματεῖς τὴν μὲν προανταναιρεθεῖσαν ἀπὸ ὑπολόγου ἀναγράφεσθαι ἐν κληρουχίαι τὴν δὲ προσαγγελεῖσαν ἀπὸ σπορίμου θεῖναι ἐν συνκρίσει εἰ αὐτὴ ἀνταναιρετέα ἄλλη δὲ ἀπὸ ὑπολόγου ἀνταναιρεθεῖσα ἀποκαταστατέα. καὶ τούτων σημανθέντων ἐπὶ τῆς γενηθείσης παρʼ Ἀπολλοδώρωι τῶι γενομένωι ἐπιστάτει καὶ γραμματεῖ τῶν κατοίκων ἱππέων συνεδρείας παραθέσθαι τὰ περὶ τῶν κατοίκων ἐγδεδομένα προστάγματα. Ἀρχιβίου δὲ τοῦ διοικητοῦ …παρεπιγεγραφότος ἐπὶ τῆς κατὰ φύλλον τοῦ δζ ἔτους ἐπὶ τῆς ὁμοίας· εἰ ἀπὸ σπορίμου κατέσχηκαν ἀντὶ χέρσου τότε καὶ οὐθεὶς ἐσήμηνεν παραιτίαν, τοῖς προστεταγμένοις περὶ τῶν ἐν τῆι κατοικίαι οὐ κατηκολούθησαν. γραφήτω λαβεῖν ἑνὸς ἐνιαυτοῦ ἐκφόριον, ἐᾶν κρατεῖν, τὴν δʼ ἴσην ἀπὸ τῆς χέρσου μισθῶσαι…ς χρ… ἐπὶ δὲ τῆς Ἡρακλείδου μερίδος· κατακολουθήσαντες τοῖς προσταγεῖσι ἐν τῶι λβ ἔτει τοῖς ἐκ τῆς κατοικίας καὶ τοῖς ὑπὸ Ἀπολλοδώρου συνκριθεῖσι, μετὰ δὲ ταῦτα οἱ μέχρι τῆς Ἀπολλοδώρου συνκρίσεως κατεσχηκότες ἐάσθωσαν κρατεῖν, τὴν δὲ ἴσην ἀποκαταστῆσαι εἰς τὴν χέρσον· τοὺς δὲ μετὰ τὴν συνεδρείαν κατεσχηκότας ἀπαιτεῖν ἐναιαυτοῦ ἐκφόριον. οἷς ἐπικεχώρηται κατὰ τὰ περὶ αὐτῶν ἰδίαι προστεταγμένα ἔχειν οἵους ποτὲ καταμεμέτρηνται κλήρους ἀσυκοφαντήτους καὶ ἀκατηγορήτους καὶ ἀνεπιλήμπτους πάσαις αἰτίαις ὄντας· Φιλοξένωι Καλλικράτου δ ἀρτάβαι ιθ 𐅷…,Ζηνοδώρωι Βρομεροῦ γ ἀρτάβαι ιδ 𐅵δ, …Ἀπολλοδώρωι Πτολεμαίου τῶν προσειλημμένων ἐν τῶι λα ἔτει εἰς τοὺς κατοίκους ἱππεῖς ἀπὸ τοῦ μὴ καθήκοντος ὑπολόγου ἀντὶ τῆς ἀνταναιρεθείσης ἀπὸ τοῦ ἐπικεχωρημένου ὑπολόγου τῆς μετὰ τὸ λ ἔτος· ἀπὸ ἀρουρῶν ξ ἄρουραι μ ἀνὰ δ 𐅵γ η μη ἀρτάβαι ρϙθ 𐅷.