Ancient Greek
63r.1.1 to 63r.2.41
Documentary Papyri, P.Tebt. 1 63r.1.1-63r.2.41
Not analysed yet
ἔτους β, παρὰ Μεγχείους κωμογραμματέως Κερκεοσίρεως. κατὰ φύλλον ἱερᾶς καὶ κληρουχικῆς καὶ τῆς ἄλλης τῆς ἐν ἀφέσει τοῦ αὐτοῦ ἔτους. ἱερᾶς γῆς πρώτων ἱερῶν, Σούχου θεοῦ μεγάλου μεγάλου ἐμβρόχου ρμα 𐅵,ὧν ἐστίν· Πετενεφιγῆς Πετενεφιείους κε, Ὧρος Ἁρσιγήσιος καὶ οἱ μέτοχοι ιε, Ἀπολλώνιος Ποσειδωνίου ν, Σαραπίων Σαραπίωνος ὃν μετείληφε Χαιρήμων Ἀσκληπιάδου λ, Πετειμούθης Πετεσούχου ι, Πετεσοῦχος Πετεσούχου ϛ, Πετερμοῦθις Πετεήσιος γ, Μαρρῆς Ψοσναῦτος ἀπὸ τῆς διὰ Πετεσούχου β καὶ ἀπὸ τῆς διὰ Πετειμούθου 𐅵,γίνονται β 𐅵,γίνονται ἐμβρόχου ρμα 𐅵. Σοκνεβτύνιος θεοῦ μεγάλου μεγάλου διὰ τῶν ἱερέων ἀπὸ τῆς ἀνιερωμένης ὑπὸ τῶν προσλημφθέντων διὰ Χομήνιος ἱππέων καὶ ἑπταρούρων μαχίμων ἐν τῶι μα ἔτει ρ καὶ ἐν τῶι μβ ἔτει λ, γίνονται ρλ, ὧν σπόρος πυρῶι πε φακῶι θ ἀράκωι ϛ φασήλωι κε, γίνονται ρλ, γεωργοὶ Πετοσῖρις Ἁρκοίφιος καὶ Πετενοῦπις καὶ οἱ μέτοχοι. γίνονται πρώτων ἱερῶν σοα 𐅵. ἐλασσόνων ἱερῶν τῶν ἐν τῆι κώμηι θεῶν, Πετεσούχου θεοῦ κροκοδίλου τῆς κώμης διὰ Μαρρείους καὶ τῶν μετόχων ἀσπόρου ε δ η. Ὀρσενούφιος θεοῦ διʼ Ὀρσενούφιος καὶ τῶν μετόχων ἀσπόρου α. ἰβίων τροφῆς διʼ Ἐργέως καὶ τῶν μετόχων ἐμβρόχου δ. ἄλλου διὰ Χεύριος καὶ τῶν ἀδελφῶν ἀσπόρου ε. ἄλλου διὰ Πνεφερῶτος καὶ τῶν ἀδελφῶν ἀσπόρου ε. γίνονται ἐλασσόνων κ δ η. γίνονται ἱερᾶς ἄρουραι σϙα 𐅵δ η. κληρουχικῆς τῆς ὑπαρχούσης ἕως τοῦ α ἔτους, τῆς ἐπὶ τοῦ προπάππου τοῦ βασιλέως, ἑβδομηκονταρούρων, Ἀφθονήτου τοῦ Ἑβδομίωνος ο, ὧν σπόρος πυρῶι κ ἀράκωι κατανενεμημένωι λ, γίνονται ν, ὑπολόγου ἁλμυρίδος κ, γεωργὸς Πετερμοῦθις μικρὸς Ἀμεννέως. τριακονταρούρων χερσεφίππων, Πανταύχου τοῦ Πανταύχου χέρσου λδ ιϛ λβ. γίνονται τῆς ἐπὶ τοῦ προπάππου ρδ ιϛ λβ. τῆς ἐπὶ τοῦ πάππου τοῦ βασιλέως, τῶν διʼ Ἑρμαφίλου, ὀγδοηκονταρούρων, Καλλικράτου τοῦ Φιλοξένου π, ὧν σπόρος πυρῶι κ ἀράκωι ε φασήλωι ιε κριθῆι ε, γίνονται με, ὑπολόγου ἐμβρόχου λε, γεωργοὶ Ὧρος καὶ Πετερμοῦθις.