Ancient Greek
66.3.75 to 66.4.96
Documentary Papyri, P.Tebt. 1 66.3.75-66.4.96
Not analysed yet
καὶ νομῶν ὧν γράφει ἀκατανεμήτας γεγονέναι διὰ τὸ τὰ κτήνη τῆς κώμης προπεπτωκέναι τεθειμένων ἐν τ… τοῖς ἐκφορίοις ἐν οἷς δεῖν αὐτ… ὁμοίως πράσσεσθαι ἕνεκα τοῦ μὴ τὰ τῆς κώμης μόνον προπεπτωκέναι ἀλλὰ καὶ τὰ διὰ τοῦ νομοῦ ανθ… τὸν κωμογραμματέα ἀνενηνοχέναι δεῖν καὶ αὐτοὺς εἰσπράσσεσθαι, τῶν διὰ Πετοσίριος τοῦ Ὥρου ἀρουρῶν λ ἀρτάβαι λ. γίνονται ξγ ρπε 𐅵δ. καὶ ὧν συνκέκριται ἀπαιτεῖν ἐκφόριον α ἔτους· φυλακιτῶν τῶν μεταβεβηκότων Νεκτενίβιος τοῦ Ὥρου ἀπὸ ζ ι μθ 𐅷. φυλακιτῶν καθʼ ἑαυτοὺς Νεφθεμοῦνις Ἀμορταίου ὃν μετειληφέναι Ἡρακλείδην τὸν υἱὸν ι μθ 𐅷. ἀνταναιρουμένων δὲ τῶν μεμετρημένων ἐν τῶι μὴ ἔτει ιϛ γ, καὶ ἐν τῷ μθ ἔτει ιϛ γ, γίνονται λβ 𐅷. τὰς λοιπὰς ιζ ἀσπόρου, γίνονται κ ἀρτάβαι ξϛ 𐅷. καὶ ἐν τοῖς ἐνταῦθα τίθεται τῶν εἰς τὸ ν ἔτος τὰς μεμτρημένας Νεφθεμούνιος μθ 𐅷. γίνονται ἄρουραι Αρπε δ ἀρτάβαι Δωμζ 𐅵. ὧν ἐστιν τὸ κα ἄρουραι ιβ 𐅵ἀρτάβαι ξα 𐅵,γίνονται ρϙζ 𐅵δ.