Ancient Greek
P.Tebt. 1 7
Documentary Papyri, P.Tebt. 1 7
Not analysed yet
βασιλέων προσταξάντων μηθένα τῶν ἐπὶ τῶν κριτηρίων καὶ τῶν ἄλλων τῶν πρὸς χρείαις δέχεσθαι ἐγκλήματα κατὰ τῶν ὑποτεταγμένων τῆι διοικήσει μηδὲ περισπᾶν μηδʼ ἄλλοις ἐπιτρέπειν κατʼ αὐτοὺς διεξάγειν, τὰ δὲ ἐπιδεδομένα κατʼ αὐτῶν ἐγκλήματα καὶ τὰ ἐπʼ αὐτῶν ἐνεστηκότα ἀναπέμπειν ἐπʼ Εἰρηναῖον τὸν συγγενῆ καὶ διοικητήν. ἔτους γ Φαμενὼθ κγ.