Ancient Greek
72.C.7.159 to 72.C.10.207
Documentary Papyri, P.Tebt. 1 72.C.7.159-72.C.10.207
Not analysed yet
εἰ ἀπὸ σπορίμου κατέσχηκαν ἀντὶ χέρσου τότε καὶ οὐθεὶς ἐσήμηνεν παραιτίαν τοῖς προστεταγμένοις περὶ τῶν ἐν τῆι κατοικίᾳ οὐ κατηκολούθησαν. γραφήτω λαβεῖν ἑνὸς ἐνιαυτοῦ ἐκφόριον, ἐᾶν κρατεῖν, τὴν δʼ ἴσην ἀπὸ χέρσου μισθῶσαι. ἐπὶ δὲ τῆς Ἡρακλείδου μερίδος· κατακολουθήσαντες τοῖς προσταγεῖσι ἐν τῶι λβ ἔτει τοῖς ἐκ τῆς κατοικίας καὶ τοῖς ὑπὸ Ἀπολλοδώρου συνκριθεῖσι, μετὰ δὲ ταῦτα οἱ μέχρι τῆς Ἀπολλοδώρου συνκρίσεως κατεσχηκότες ἐάσθωσαν κρατεῖν τὴν δʼ ἴσην ἀποκαταστῆσαι εἰς τὴν χέρσον, τοὺς δὲ μετὰ τὴν συνεδρείαν κατεσχηκότας ἀπαιτεῖν ἐνιαυτοῦ ἐκφόριον. οἷς ἐπικεχώρηται κατὰ τὰ περὶ αὐτῶν προστεταγμένα ἔχειν οἵους καταμεμέτρηνται κλήρους ἀσυκοφαντήτους καὶ ἀκατηγορήτους καὶ ἀνεπιλήμπτους πάσαις αἰτίαις ὄντας· Φιλοξένωι Καλλικράτου δ ἀρτάβαι ιθ 𐅷,Ζηνοδώρωι Βρομεροῦ γ ἀρτάβαι ιδ 𐅵δ, Ἀπολλοδώρωι Πτολεμαίου τῶν προσειλημμένων ἐν τῶι λα ἔτει εἰς τοὺς κατοίκους ἱππεῖς ἀπὸ τοῦ μὴ καθηκόντος ὑπολόγου ἀντὶ τῆς ἀνταναιρεθείσης ἀπὸ τοῦ ἐπικεχωρημένου ὑπολόγου τοῦ μετὰ τὸ λ ἔτος ἀπὸ ξ ἄρουραι μ ἀρτάβαι ρϙθ 𐅷. γίνονται τούτων μζ ἀρτάβαι σλδ ιβ. καὶ τῶν ἐν τῶι νδ τῶι καὶ α ἔτει ἀκολούθως τοῖς ὑπὸ τοῦ διοικητοῦ παρεπιγεγραμμένοις, ἀφʼ ὧν δέον ἦν προσαχθῆναι διάφορον μισθώσεων διὰ τὸ τὸν χρόνον διεληλυθέναι, τῆς ἕως τοῦ λθ ἔτους μισθωθείσης τισίν, ἃς ἔγραφον οἱ τοπογραμματεῖς καὶ κωμογραμματεῖς εἶναι μὲν ἐν τῶι μεταξὺ γεγονυίας ἐν ὑπολόγωι, κειμένων δʼ ἐνταῦθα μέχρι τοῦ ἐκ τῆς πεδίων ἐπισκέψεως γνωσθῆναι εἰ οὕτως ἔχει, ἐφʼ ὧν παρεπιγραφῆναι ἐπὶ τῆς κατὰ φύλλον γεωμετρίας τοῦ μζ ἔτους ἐπὶ τῆς Ἡρακλείδου μερίδος· ὁ βασιλικὸς γραμματεὺς διʼ αὐτοῦ ἐπισκεψάσθω, καὶ ἂν ἦι ἡ γῆ ἐν ὑπολόγωι ἀναφερομένη καὶ οἱ μεμισθωμένοι μὴ περιῶσι μὴ προσάγειν. ἐγνωσμένου ὡς ἔστιν ἐν ὑπολόγωι καὶ τοῦ τοπογραμματέως γράφοντος τοὺς μεμισθωμένους μὴ περιεῖναι τεθῆναι ἐνταῦθα. τῆς ὑπὸ Φανίου τοῦ νομαρχήσαντος ἐν τῶι λδ ἔτει· Σαραπίωνι Ἀπολλωνίου κ, ὧν ἦν ἀνὰ δ 𐅵γ ιβ ϙθ 𐅷,ἀνθʼ ὧν ι, διάφορον πθ 𐅷.