Ancient Greek
P.Tebt. 1 73
Documentary Papyri, P.Tebt. 1 73
Not analysed yet
παρὰ Μεγχείους κωμογραμματέως Κερκεοσίρεως. ἐν τῶι …ἔτει ἐπιδέδωκα διὰ τῶν προσαγγελμάτων προσαγγέλλων κατὰ τὸ ἐκκείμενον τῶν φιλανθρώπων πρόσταγμα τοὺς τῶν ὑπογεγραμμένων κλήρων κατεσχηκότας ἀπὸ σπορίμου ἀντὶ τοῦ ἐπισταλέντος ὑπολόγου καὶ τὴν ἴσην ἀνενηνέχθαι ἐν ψευδέσι …ὑπὸ τῶν πρὸ ἡμῶν τοῦ ἀπὸ τοῦ μ ἔτους. Χαιρήμονι Θέωνος τὰς …ιτ… μετεπιγεγραμμένας Πρωτάρχωι Διονυσίου ἀπὸ τῆς πρότερον γεωργουμένης ὑπὸ Φαήσιος τοῦ Ἁρυώτου καὶ Σενθέως καὶ Ὥρου τοῦ Πετεσούχου καὶ τῶν μετόχων ἄρουραι λ, ὧν ἦν τὸ προεπιγεγραμμένον ἐκφόριον ἀρουρῶν κ ἀνὰ ε ρ, ι ἀνὰ β 𐅵κε, γίνονται λ ἀρτάβαι ρκε, καὶ ἀπὸ τῆς διὰ Πετοσίριος τοῦ Ὥρου ι ἀρτάβαι ν, καὶ τῆς διὰ Πετεσούχου ι ἀρτάβαι μ, γίνονται ἄρουραι ν ἀρτάβαι σιε. Ταυρίσκωι Ἀπολλωνίου τὰς μετεπιγεγραμμένας αὐτῶι ἀπὸ Δημητρίου τοῦ Ἡρακλείδου ἐξ ἐφόδων μεταβεβηκότος ἄρουραι ιβ ἀρτάβαι. Ἀπολλωνίωι Διονυσίου τὰς γεωργηθείσας ὑπὸ Φαήσιος Ἁρυώτου καὶ Ἁρυώτου τοῦ ἀδελφοῦ ἀρούρας κ …ἀρτάβαι …γίνονται ἄρουραι π …ἀρτάβαι καὶ τῶν ἐν τῶι νβ ἔτει· Ἀθηνίωνι Ἀρχίου τὰς μετεπιγεγραμμένας αὐτῶι ἀβρόχου ἀρούρας κ καὶ ……σθεως… γίνονται …φυλακιτῶν ὁμοίως· Ἡρακλείδου τοῦ Ἐτφεμούνιος …τὸν προυπάρχοντα αυ… κατεσχηκέναι τῆς πρότερον γεωργηθείσης …ὑπὸ Πετεσούχου τοῦ …ου… Ὥρου τοῦ Ἁρσιγήσιος ἱερᾶς …χέρσου …